SEG 27:514
[ ] Kos Isl. — Asklepieion — 3rd/2nd c. BC — ZPE 25 (1977) 272, 3
See also:
[— — — — — — — — — — — — — — — — —]
1 [․․․․․․․․․․․․․․ ἐπ]ε̣ι̣δ̣[ὴ Ἱ]π̣[ποκράτης]
Θεσσάλου Κῶιος ἰατρὸς πᾶσα[ν βοήθει]-
αν καὶ χρείαν παρεχόμενος διατε[λεῖ]
καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐν-
5 τυγχάνουσιν τῶν πολιτῶν· δεδόχθαι [τῶι]
δήμωι· ἐπῃνῆσθαι μὲν Ἱπποκράτη Κῶ[ι]-
ον ἐπὶ τῆι αἱρέσει καὶ τῆι εὐνοίαι ἣν ἔ-
χει εἰς τὸν δῆμον· στεφανῶσαι δὲ αὐτὸν
καὶ ἐν τῶι θεάτρωι τοῖς Διονυσίοις χρυ-
10 σέωι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ[νοί]-
ας· τῆς δὲ ἀναγγελίας τοῦ στ[εφάνου]
[τ]οὺς ἀγωνοθέτας τοῦ μου[σικοῦ ἀγῶ]-
[νος ἐπιμεληθῆναι — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
Search Help
Contact Us