| 1 | ἐπ’ Εὐτυχίδα, Ἀλσείου νευμηνίαι· ἔδοξ[ε] |
| τῶι δάμωι τῶι Αἰγηλίων· ἐπειδὴ Ἀνά- | |
| ξιππος Ἀλεξάνδρου ἰατρὸς κατασ- | |
| ταθεὶς ὑπὸ τᾶς ἐκκλησίας ἔτη καὶ | |
| 5 | πλείω κατά τε τὰν τέχναν καὶ τὸ[ν] |
| βίον ἐπαίνου ἀξίως ἀνέστραπτα[ι] | |
| πολλούς τε τῶν πολιτᾶν εἰς μεγ[ά]- | |
| λας ἀρωστίας ἐμπεσόντας καὶ κιν- | |
| δύνους τοὺς ἐσχάτους διέσωισε ο[ὐ]- | |
| 10 | θὲν ἐλλείπων φιλοτιμίας· ὅπως οὖν κα[ὶ] |
| [ὁ] δᾶμος φαίνηται καταξίας χάριτας | |
| [ἀ]ποδιδοὺς τοῖς αὑτὸν εὐεργετεῖν | |
| [π]ροαιρουμένοις [τ]οί τε ἐπιγινόμενο[ι] | |
| πολὺ προθυμοτέρος αὑτὸς παρασκευ- | |
| 15 | άζωντι ἐς τὰ συμφέροντα τῶι δάμωι· δεδό- |
| χθαι τῶι δάμωι τῶι Αἰγηλίων· ἐπαινέσαι | |
| [Ἀνά]ξιππον ἐπὶ τᾶι ἐκτενείαι καὶ [ἐπι]- | |
| [μελείαι ἃν] παρεχ[όμενος διατελεῖ] | |
| [— — — — — — — — — — — — — —] |
SEG
27:513