Dedicatory epigram for Herakles Soter. Stele.
1 | Φιλώτας Φρύνωνος |
Ἵππαρχος Φιλοξένου | |
Κύλισος Πολυξένου | |
Ἡρακλεῖ Σωτῆρι | |
5 | τὸν ἐγ Διὸς βλαστόντα παῖδ̣’ Ἡ̣ρακλέα |
Σωτῆρ’ ἀνηγ̣ό̣ρ̣ε̣υ̣σαν οἱ ἀπὸ Κ[ασ]σώπης | |
μολόντες Ἀσίαν̣ ἱππικοῖς ὀχήμασιν, | |
ὅτε στρατηγὸς ἦγε̣ Μάαρκος στρατὸν | |
ἐπ’ Ἀριστόνικον, ὃν κρατήσαντες δορὶ | |
10 | ῥ̣ώμην ἄγουσιν οἵδε Βουχετίων ἄπο, |
βλαστόντες Ὀξ[ύλ]ου τε τοῦ παλαίχθονος, | |
σωθέντες θύουσιν εἰς πάτραν ἀφειγμένοι, | |
τὸν συνπα[ρ]α̣στατοῦ[ντ]α πολεμικαῖς ἀεὶ | |
μάχαις ἀνιδρύσαντο τόνδ’ Ἡρακλέα. |