Dedicatory epigram for Herakles Soter. Stele.
| 1 | Φιλώτας Φρύνωνος |
| Ἵππαρχος Φιλοξένου | |
| Κύλισος Πολυξένου | |
| Ἡρακλεῖ Σωτῆρι | |
| 5 | τὸν ἐγ Διὸς βλαστόντα παῖδ̣’ Ἡ̣ρακλέα |
| Σωτῆρ’ ἀνηγ̣ό̣ρ̣ε̣υ̣σαν οἱ ἀπὸ Κ[ασ]σώπης | |
| μολόντες Ἀσίαν̣ ἱππικοῖς ὀχήμασιν, | |
| ὅτε στρατηγὸς ἦγε̣ Μάαρκος στρατὸν | |
| ἐπ’ Ἀριστόνικον, ὃν κρατήσαντες δορὶ | |
| 10 | ῥ̣ώμην ἄγουσιν οἵδε Βουχετίων ἄπο, |
| βλαστόντες Ὀξ[ύλ]ου τε τοῦ παλαίχθονος, | |
| σωθέντες θύουσιν εἰς πάτραν ἀφειγμένοι, | |
| τὸν συνπα[ρ]α̣στατοῦ[ντ]α πολεμικαῖς ἀεὶ | |
| μάχαις ἀνιδρύσαντο τόνδ’ Ἡρακλέα. |