Treaty between Ambrakia and Charadros concerning their frontiers. Three fragments of a large pedimental stele of white limestone with akroteria.
[ ] Epeiros — Ambrakia (Arta) — ca. 160 BC — SEG 35.665, readings — BCH 112 (1988) 359-373 (P. Charneux, J. Tréheux)
See also:
SEG 35.665, block A, ll. 5, 13-15, 19-20, 23-26, 30-34 (P. Charneux, J. Tréheux):
block A.4                                                                                                                             ... [Ἀμ]-
5 [βρ]ακι[ωτᾶν μὲν διὰ] τοῦ τε γραμματιστᾶ Διοφάνεος τοῦ Δαιμάχου καὶ τῶν ποτικατεσ-
[τα]μέ[νων] ...
...
12                                                                                                                                              ... Χα-
[ραδριτᾶν διὰ τοῦ τε πο]λειτάρχα Μενάνδρου τοῦ Μητροφάνεος καὶ τῶν ποτικατεσταμένων
[․․․․․․․․․․․․․․․․․․․․․․]νος, Νικάνδρου τοῦ Λαμίσκου, Βοίσκου τοῦ Χάροπος, Ἀνικάτου <τοῦ> Δαμοίτα, τῶν
15 [δὲ Ὀρραιτᾶν ․․7-8․․․ τ]οῦ Κάλλωνος, Νικάνορος τοῦ Χύτρωνος, Μενελάου τοῦ Ἀλεξιμάχου, Λα-
[— —] ...
...
19 [τοῦ τέρμονος ἐπὶ τᾶς ὄχθα]ς τοῦ Ἄφα τᾶς ποτ’ Ὄρραον, καὶ πάλιν ἀπὸ τᾶς ἄλλας γωνίας τᾶς ἄνω τοῦ
20 [τείχεος(?), ἀπομετρηθέντο]ς πλέθρου εἰς τὸ ποτ’ Ὄρραον μέρος παρ’ ὅλον τὸ τεῖχος, καὶ τεθέν-
[τος] ...
...
23 [τοῦ τείχεος τᾶς πόλιος τῶν Ἀμβρα]κιωτᾶν κατὰ τὸ ἔγγιστα καὶ ἀπὸ τούτου τοῦ τέρμονος κατ’ αὐ-
[— — — — — — — — — — — — — — — — —] ὡς ὕδωρ κρίνει μέχρι ποτὶ τὰ συνόρια τὰ ποτ’ Ὀρραείτας τὰ ποτ’ Ἀ-
25 [μβρακιώτας ἀπὸ — — — — — — — — — —] καὶ τοῦ Οἰστρέου· ἀπὸ τῶν συνορίων τῶν ποτ’ Ὀρραείτας ἀπὸ
[τῶν Ἀμβρακιωτᾶν, — — — — — — πορευομ]ένων εἰς Ἀμβρακίαν Ἀμβρακιωτᾶν πάντα εἶμεν καὶ ἀπὸ
...
29                                                                                                                                                                           ... Ἀ-
30 [μβρακιωτᾶν συνορίων — — — — — — — — — — τερ]μ̣όνων τῶν παρὰ τὸ φρούριον, πορευομένων εἰς Ὄρραον Χα-
[ραδριτᾶν πάντα εἶμεν· — — — — — — — — — — — —]σ̣αθῆμεν ὅπει κα ἑκατέροις δόξῃ καὶ εἰ τί κα ἄλλο δῇ γε-
[ωμετρεῖν γεωμέτραν καταστᾶσαι(?) — — — — — — τᾶ]ς χώρας τᾶς διασαφουμένας καὶ μὴ ἔχειν ἐξουσί-
[αν μήτε τοὺς Χαραδρείτας μήτε τοὺς Ἀμβρ]α[κιώτ]ας μήτε ἄλλον ὑπὲρ τούτους μηθένα μή-
[δε — — — — — — — — — — — — — περὶ ταύτας τᾶς χώρ]ας(?) καταγορῆσαι μήδε ἐπικαλέσασθαι μη-
35 [θένα] ...
SEG 35.665, block B, ll. 2-3, 5, 9, 12-24 (P. Charneux, J. Tréheux):
block B.2 [— — — — — — — — — — — — — ποτὶ ἀργυρίου τάλαντ]α τριάκο[ντα, ποιουμένων τᾶν πρᾶξιν]
[τῶν — — — κατὰ τῶν — — —, καθὼς ἐπάνω γέγραπ]ται καὶ ὁμοί[ως — — — — — — — —]
...
5 [— — — — — — — — — — — — ἐν το͂ι ἐνιαυτο͂ι] το͂ι ἐπὶ Μενάνδρου κα[ὶ — — — — — — —]
...
8                                                                                                                   ... [Χαραδρι]-
[τᾶν — — — — — — — — — — — ποιουμέν]ων τὰν πρᾶξιν τῶν Ἀμβρακιωτᾶν καὶ [— — — —]
...
12 [— — — — — — — — — — — — — ἐξουσίαν δὲ ἐχόντω οἱ Χ]αραδρῖται ἐγδιδόμεν τὰν ἰδίαν χώραν ξένοις [ποθ’ οὕς]
[ἐντι σύμβολα τοῖς τε Ἀμβρακιώταις καὶ Ὀρραίται]ς, ἄλλοι δὲ μηθενί· εἰ δὲ μή, ὀφιλησοῦντι τᾶι πόλ[ει τῶν]
[Ἀμβρακιωτᾶν τάλαντα δέκα, ποιουμένων τὰν πρ]ᾶξιν τῶν Ἀμβρακιωτᾶν καθὼς ἐπάνω γέγραπται· ὡσα[ύ]-
15 [τως δὲ καὶ ἐξουσίαν ἐχόντω οἱ Ἀμβρακιῶται ἐγδιδ]όμεν τὰν χώραν ποθ’ οὕς ἐντι σύμβολα τοῖς τε Χαραδρί-
[ταις καὶ Ὀρραίταις, ἄλλοι δὲ μηθενί, ἢ πράκτ]ειμοι ἐόντω τοῖς Χαραδρίταις ποτὶ ἀργυρίου τάλαντα δέ-
[κα, ποιουμένων τὰν πρᾶξιν τῶν Χαραδριτᾶν καθὼ]ς ἐπάνω γέγραπται, μὴ ἐξουσίαν δὲ ἐχόντω μήτε οἱ
[Ἀμβρακιῶται μήτε οἱ Χαραδρῖται ἀντιποιεῖ]σθαι μηδεμιᾶς χώρας, κατὰ μηδεμίαν παρεύρεσιν, ἀλλὰ
[ἐμμενόντω ἐν τοῖς γεγραμμένοις ἐν το͂ι γρα]πτο͂ι καὶ ὑπὸ τᾶν σταλᾶν ἀποδειχθεῖσι ὁρίοις· ὁπότεροι δέ
20 [κα μὴ ἐμμείνωντι, πράκτειμοι ἐόντω οἱ μὴ ἐμμ]είναντες τοῖς ἐνμείνασι ποτὶ τάλαντα τριάκοντα, ποιου-
[μένων τὰν πρᾶξιν τῶν ἐμμεινάντων κατ]ὰ τῶν μὴ ἐμμεινάντων, καθὼς ἐπάνω γέγραπται· vacat
[εἰ δέ τί κα διαφέρωνται ἁ πόλις τῶ]ν Ἀμβρακιωτᾶν καὶ ἁ πόλις τῶν Χαραδριτᾶν ἐν το͂ι μετὰ Διο-
[φάνην τὸν Δαιμάχου μηνὶ το͂ι Ἀ]ρτεμισίοι τᾶι τριακάδι καταστασάντω ἑκάτεροι παρ’ αὑτῶν ἄν-
[δρας τερμαστὰς τρεῖς(?) οὕστινα]ς διασαφούντω ποτ’ αὐτοσαυτοὺς οἱ ἄρχοντες οἱ παρ’ ἑκατερᾶν
25 [τᾶν πόλεων· οἱ δὲ κατα]σταθέντες, συμπορευθέντες ποτ’ αὐτοσαυτοὺς τοῦ Ψυδρέος μη-
[νός, ὡς Χαραδρῖται καὶ Ἀμβρακι]ῶ̣ται ἄγοντι, ἐπιπορευέσθωσαν ἐπὶ τὰν χώραν ἀρξάμενοι ἀπὸ τᾶν
[γωνιᾶν τοῦ τείχεος καθὼς ἐ]ν το͂ι γραπτο͂ι περιώρισται κα[ὶ] τιθέντω ὅρους καθὼς τὸ γραπτὸν κελεύ-
[ει καὶ ὅπει κα ἑκατέροις δόξῃ ε]ὔκαιρον εἶμεν καὶ μετρούντω τά τε ἀπὸ τοῦ τείχεος τᾶς πόλιος τῶν
[Ἀμβρακιωτᾶν ὥστε πορευ]θήμεν ποτὶ τὸν ἐπὶ τοῦ ἄκρου τέρμονα καὶ εἴ τί κα ἄλλο δῇ μετρεῖν
30 [ἀπὸ τούτου τοῦ τέρμονος] ἀπέχον ἕκαστα τεκμαιρόμενοι καὶ τοῖς τόποις γραφόντω συμφώνως
[— — — — — — — — — — — —]ωντι ποτὶ τὰ συνόρια ἅ ἐστι ποτ’ Ὀρραίτας τοῖς Ἀμβρακιώταις· παρε-
[χόντω δὲ οἱ Ἀμβρακιῶται τὰν] εἰς τοὺς τέρμονας δαπάναν καὶ το͂ι γεωμέτραι· ἇς δέ κα ἀνενέν-
[κωντι οἱ τερμασταὶ ἀναγραψάντω ἑκά]τεραι αἱ πόλεις εἰστάλας καὶ τοῦτο τὸ γραπτὸν καὶ ἀναθέντω ἑκά-
[τεραι ἐν τοῖς εἰθισμένοις(?) ἱερ]οῖς· ὁμοίως δὲ καὶ ἀποστειλάντω πρεσβείας ἑκάτεραι αἱ πόλεις
35 [κομιούσας τὸ γραπτὸν ὅ κα] διατάξωνται ποθ’ αὑτοὺς οἱ τερμασταὶ εἴς τε Ἇλιν καὶ Λα-
[ρίσαν· οἱ δὲ ἀποσταλέντες πρεσ]βευταὶ στασάντω στάλας χαλκέας ἔν τε τῶι <ἱ>ερῶι τοῦ Διὸς
[τοῦ Ὀλυμπίου ἐν Ἇλι(?) καὶ τοῦ Ἀπ]όλλωνος τοῦ Κερδοίου ἐν Λαρίσαι γεγραμμένας ὁμογράφους
[ταῖς ἔν τε Ἀμβρακίαι καὶ ἐν Χαρά]δρωι· ὁμοίως δὲ καταθέντω ἀντίγραφα εἰς τὰ γραμματοφυ-
[λακεῖα τῶν πόλεων καὶ τὰν] εἰς τὰς στάλας καὶ ἀναγραφὰς δαπάναν δότω ἁ πόλις τῶν Ἀμβρα-
40 [κιωτᾶν· καὶ εἴ τι τῶν ἐν ταύτ]αι τᾶι γνώμαι γεγραμμένων εἴτε οἱ Ἀμβρακιῶται εἴτε οἱ Χαρα-
[δρῖται μὴ ποιήσοντι πράκτειμοι ἐόντω] τοῖς ποιήσασι ποτ’ ἀργυρίου τάλαντα τριάκοντα, ποιουμέ-
[νων τὰν πρᾶξιν τῶν ποιησάντων καὶ ἐμ]μεινάντων κατὰ τῶν μὴ ποιησάντων μηδὲ ἐμμεινάντ[ων]·
[ὀμοσάντω δὲ οἱ πρεσβευτ]αὶ καὶ περὶ τούτων πάντων ὅτι ἐμμενοῦντι οἵ τε [Ἀμβρακιῶται]
[καὶ οἱ Χαραδρῖται ἐντὸς τῶν ὅ]ρων οἱ καταγεγραμμένοι ἐν το͂ι γραπτο͂ι τῶν [τερμαστῶν ἐντι]·
45 [ὅρκος· ὀμνύω τὸν Ἀπόλλωνα τὸν Σ]ωτῆρα καὶ τοὺς ἄλλους θεοὺς πάντ[ας καὶ πάσας διαφυλάξειν τὰ]
Search Help
Contact Us