Decree of Pharos concerning an embassy to Paros, followed by a decree of Paros concerning this embassy.  Limestone stele.
[ ] Dalmatia — Pharos Isl. (Hvar) — Pharos (Stari Grad) — ca. mid. 2nd c. BC — CIG 1837b+ — Hellenica 11/12 (1960) 505-541 — BCH 85 (1961) 589-600
frg. a [— — — — — — — — — — — — — — — — — —]
1 [ὁ δεῖνα τοῦ δεῖνος, ὁ δεῖνα] Ζηλία ἀπεστάλη-
[σαν μετὰ γραμματέως — — — —]ου τοῦ Σκιουρίου.
                                                            vacat
3 [ἐπειδὴ Ῥωμαίων ἡ σύγκλ]ητος καὶ ὁ δῆμος, φί-
[λοι ὑπάρχοντες καὶ εὖνοι] τῇ πόλει τῇ Φαρίων
5 [ἀπὸ προγόνων, ἀπέδωκα]ν ἡμῖν τήν τε πόλιν
[ἡμῶν καὶ τοὺς πατρίο]υς νόμους, καὶ χώρας ἣ
[․․․․․․․․c.20․․․․․․․․] τῇ νήσωι ἔδωκαν ἡμῖν
[τὴν κάρπωσιν(?) εἰς ἔτη τεσσ]αράκοντα, καὶ τὴν συμμα-
[χίαν ἀνενεώσαντο, καὶ ἄλλ]α φιλάνθρωπα ἐποιήσαν-
10 [το ἡμῖν, δεδόχθαι τῶι δή]μωι ἀποστεῖλαι πρεσ-
[βευτὰς ἄνδρας τρεῖς πρὸς] Παρίους καὶ τοὺς συν-
[γενεῖς τῆς πόλεως καὶ συμ]μάχους, τοὺς ἀνανε-
[ωσομένους τὴν προϋπάρχο]υσαν ἡμῖν συνγένει-
[αν καὶ παρακαλέσοντας] ε[ἰ]ς τὸ βοηθῆσαι εἰς ἐπα-
15 [νόρθωσιν τῆς πόλεως κ]αθ’ ὅσον ἂν ἑκάστη τῶν
[πόλεων εὐκαιρίαν ἔχῃ· ἀ]ναγράψαι δὲ τοῦ εἰσενε-
[χθέντος ἀργυρίου εἰστήλ]ην λιθίνην καὶ ἀναθεῖναι
[τὸν λόγον(?) εἰς τὴν ἀγοράν(?), ὅ]πως καὶ τοῖς ἐπιγινομέ-
[νοις εἰς ἀεὶ διαμένῃ ἡ μ]νήμη τῶν βοηθησάντων
20 [τῶι δήμωι· ᾑρέθησαν πρ]έσβεις Ἀθηνᾶς Διονυσο̣-
[δ․․ου, ․․τύλος Πολυχάρμο]υ, Ἀντίπατρος Νικᾶ.
[Παρίων. ἔδοξεν τῇ βουλῇ κα]ὶ τῶι δήμωι· Τέλεσις
[Δημο․․5․․ εἶπεν· ὑπὲρ] ὧν προεγράψαντο οἱ ἄρ-
[χοντες ὑπὲρ τῶν πρεσβευτῶ]ν̣ τῶν παρὰ Φαρίων, δεδό-
25 [χθαι πρόσοδον μὲν δεδόσ]θαι αὐτοῖ̣ς ἐπὶ τὸν δῆμον
[πρῶτοις μετὰ τὰ ἱερά], γνώμην δὲ ξυμβάλλεσ-
[θαι τῆς βουλῆς εἰς τὸν δῆμ]ον ὅτι δοκεῖ τῇ βουλῇ
[τὸν δῆμον χρηματίσαι περ]ὶ τούτου. Τέλεσις Δημο-
[․․5․․ εἶπεν· τὰ μὲν ἄλλ]α τὴν τῆς βουλῆς· ἐπει-
30 [δὴ δὲ Φάριοι, ἄποικοι ὄντες] τῆς ἡμετέρας πόλεως,
[ἐξαπέστειλαν πρὸς ἡμᾶς] γράμματα καὶ πρεσβευ-
[τὰς Ἀθηνᾶν Διονυσοδ․․ου, ․․]τύλον Πολυχάρμου, Ἀν-
[τίπατρον Νικᾶ, δι’ ὧν ἀ]πολογίζονται τὰ περὶ
[τὴν πόλιν γενόμενα συμπ]τώματα καὶ παρακαλο̣[ῦ]-
35 [σιν ἡμᾶς βοηθῆσαι αὐτο]ῖς εἰς ἐπανόρθωσιν τῆς
[πόλεως καθ’ ὅσον ἂν εὐκ]αιρῶμες, ἐπελθόντες
[δὲ καὶ οἱ πρεσβευταὶ ἐπί] τε τὴν βουλὴν καὶ τὸν
[δῆμον διελέγησαν ἀκολο]ύθως τοῖς ἐν τοῖς γράμ-
[μασιν κατακεχωρισμένο]ις, σπουδῆς καὶ φιλοτι-
40 [μίας οὐθὲν ἐλλείποντες, π]ερὶ δὴ τούτων δεδόχθα[ι]
[τῶι δήμωι — — — — — — — —]ΟΦΙ̣Λ̣Α̣Σ̣ΟΥΣΑΙΤΗΤ[․]ΗΜΗ
                     {²lacuna
frg. b.1 [․․c.7․․ ἄνδ]ρας τρεῖς· ταῦ[τα δὲ ἅπαντα εἶ]-
[ναι εἰς φυ]λακὴν καὶ σωτηρ[ίαν τῆς τε ἡμετέ]-
[ρας πόλεω]ς καὶ τῆς Φαρίων [καὶ ․․․․c.12․․․․ τῆς]
[πόλ]εως τῆς Φαρίων· καλ[έσαι δὲ καὶ τοὺς ἄρχον]-
5 [τας] ἐπὶ τὰ ἱερὰ εἰς τὸ πρυτ[ανεῖον τοὺς πρεσβευ]-
[τὰ]ς καὶ τὸν γραμματῆ καὶ [τοὺς ἥκοντας μετ’ αὐ]-
[τ]ῶν ἄνδρας πάντας· ὁμο[ίως δὲ καὶ καλεῖν τοὺς]
πρεσβευτὰς καὶ τὸν γραμμα[τῆ καὶ ἐπὶ τἄλλα ἱερὰ]
πάντα ἕως ἂν παρεπιδημ[ῶσιν ὅταν ἱερὰ ποιῆι(?)]
10 ὁ δῆμος· ἐπαινέσαι δὲ αὐτ[οὺς ὅτι πεποίηνται]
τὴν ἐνδημίαν ἐν τῆι πόλε[ι καλὴν καὶ εὐσχή]-
μονα καὶ ἀξίαν [ἀμφοτέ]ρω[ν τῶν πόλεων· φυλάσσειν]
δὲ καὶ τοὺς ἄρχον[τας τ]ὰ γρά[μματα τὰ ἐχ Φάρου ἐν]
τῶι δημοσίωι μετὰ [τοῦ] γραμ[ματέως. — — — — —]-
15 νους εἶπεν· τ[ὰ] μὲν ἄλλα [καθάπερ τῆι βουλῆι]
καὶ τῶι δήμωι· ἑλέσθαι δὲ [καὶ θεοπρόπους ἐκ τῶν]
πολιτῶν ἄνδρας {ας} ἓξ ε[ἰς Δελφοὺς — — καὶ ἐξεῖ]-
ναι τῶι βουλομένωι και[— — — — — — — — — —]
τας πρειζβεῦσαι εἰς Δελούς· ἐρωτᾶν δὲ τὸν θε]-
20 ὸν τίνι θεῶν ἢ θεᾶι θύων [ὁ Φαρίων δῆμος ἀβλα]-
βῆ τήν τε πόλιν ἕξει κα[ὶ τὴν χώραν καὶ — — τό]-
πων ἐφ’ ἑτέρων καρπί[σ]ε[ται — — — — — — —].
                            χρῆι θ[εός]·
Πραξιέπη πέμπειν Πά[ριον — — — — — — — — —]
25 πρὸς δυσμὰ[ς ․․․]πει Φ[․․]ΙΟΣ[— — — — — — —]
[— — — — — — — — — —]Ω̣Μ̣Ο̣Υ̣[— — — — — — —]
Search Help
Contact Us