Decree of Gonnoi concerning the selection of a theorodokos, followed by a decree of Athens. White marble stele with projecting cornice, broken below.
[ ] Thessalia (Perrhaibia) — Gonnoi — late 3rd c. BC — ArchEph (1914) 167, 232
See also:
1 ἔδοξε τῆι πόλει τῆι Γοννέων θεω-
ροδόκον ἑλέσθαι κατὰ τὸ ψήφισ-
μα ὃ ἤνεγκαν οἱ θεωροὶ τῶν Ἀθηνα[ί]-
ων Σωσιγένης καὶ Ἀρχεπτόλεμος
5 καὶ ἀναγράψαι τὸ ψήφισμα εἰστή-
λην λιθίνην καὶ θεῖναι εἰς τὸ ἱε-
ρὸν τῆς Ἀθηνᾶς· θεωροδόκος Νί-
καιος Ἀριστοκράτους ἑκὼν προσ-
εδέξατο· κύριον. Εὐκλῆς Εὐκλέου
10 Ποτάμιος εἶπεν· ἐπειδή τινες τοὺς
ὑπὸ τῆς πόλεως ἐκπεμπομένους
σπονδοφόρους θεωροδοκοῦντες
φανερὰν καθιστᾶσι τὴν πρὸς τὸν
δῆμον εὔνοιαν καὶ φιλανθρωπίαν,
15 καθήκει δὲ τῶι δήμωι μηθενὸς λεί-
πεσθαι τῶν εἰς τιμὴν καὶ χάριν ἀνη-
κόντων πρὸς τοὺς εὐεργετεῖν τὸν
δῆμον αἱρουμένους, τύχῃ ἀγαθῆι,
δεδόχθαι τῆι βουλῆι τοὺς προέ-
20 δρους οἵτινες ἂν λ<ά>χωσιν προεδρεύ-
ειν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν
χρηματίσαι περὶ τούτων, γνω-
μὴν δὲ ξυμβάλλεσθαι τῆς βουλῆς
εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βου-
25 λῆι ὅσοι θεωροδοκοῦντες τυγ-
χάνουσιν ἐν ταῖς πόλεσιν ταῖς
ἀποδεδειγμέναις σπονδὰς
τῶν τε Ἐλευσινίων καὶ Παναθη-
ναίων καὶ Μυστηρίων, ὑπάρχειμ
30 μὲν αὐτοὺς ἤδη προξένους
τοῦ δήμου τοῦ Ἀθηναίων, εἶναι
δὲ αὐτοῖς φιλοτιμουμένοις
εἰς τὴν πόλιν καὶ ἄλλο ἀγαθὸν
εὑρέσθαι παρὰ τοῦ δήμου ὅτου
35 ἂν δοκῶσιν ἄξιοι εἶναι, τοὺς δὲ
σπονδοφόρους τοὺς ἐπαγγέλ<λ>ον-
τας τά τε Ἐλευσίνια καὶ τὰ Πα-
ναθήναια καὶ τὰ Μυστήρια προσαπο-
φέρειν εἰς τὸ Μητρῶιον ἐν τοῖς λό-
40 γοις τὰ ὀνόματα τῶν θεωροδο-
κούντων πατρόθεν ὅταν καὶ
τὰς πόλεις τὰς ἀποδεξαμένας
[τ]ὰς σπονδὰς ἀποφέρωσιν, ὅπως
[ἂν] τούτων γινομένων οἵ τε φιλο-
45 [τίμως π]ρὸς τὴν πόλιν διακείμε-
[νοι φανεροὶ] καθιστῶνται καὶ ὁ δῆ-
[μος ․․․․․ εὐχάριστ]ο̣ς̣ φαίνηται
[— — — — — — — — — — — — — —]
Search Help
Contact Us