Decree for judges from Kierion. Stele of blackish marble.
[ ]
Thessalia (Perrhaibia) — Gonnoi — ca. 200-150 BC — ArchEph (1914) 172, 233
molding.1 | Φεραίων δικαστῶν. |
below molding.2 | ἀγαθῇ τύχῃ· ἱερομνημονοῦντος Δη- |
μοκράτου τοῦ Ἀσάνδρου· ταγευό<ν>των δὲ | |
Θεοφάνου τοῦ Ἁρμέου, Εὐφήμου τοῦ Εὐδή- | |
5 | μου, Παρμενίωνος τοῦ Τιμοθέου, Παρμενί- |
ωνος τοῦ Μαννίχου, Ἀσάνδρου τοῦ Δικαίου· τα- | |
μιευόντων δὲ Ἀντιγόνου τοῦ Εὐβιότου καὶ | |
Ἀντιόχου τοῦ Παρμενίωνος· γραμματεύ- | |
οντος δὲ Ἀσάνδρου τοῦ Ἀσίου· ἔδοξεν τῇ | |
10 | πόλει τῇ Γοννέων τοῖς παραγενομένοις |
δικασταῖς ἐκ Κιερίου Κορράγῳ Πετραίου καὶ | |
Φρύνῳ Πολυκράτους καὶ Ἡρακλείδῃ Νικασίπ- | |
που καὶ τῷ γραμματεῖ αὐτῶν Νικάρχῳ Στρατονίκ<ου> | |
δοῦναι δὲ αὐτοῖς προξενίαν, ἰσοπολιτείαν, ἐπινομία̣ν̣, | |
15 | ἔνκτησιν, ἀσφάλειαν καθ’ ἃ καὶ τοῖς λοιποῖς προ- |
[ξέν]ο̣ις ὑπάρχει· καὶ τὸ ψήφισμα τοῦτο τοὺς | |
[ἐνάρχους ταγοὺς ἀγορ]ά̣σαντας κίονα λ̣[ιθί]- | |
[νην — — — — — — — — — — — — — — — —] |