Decree for judges from Kierion. Stele of blackish marble.
[ ]
Thess. (Perrhaibia) — Gonnoi — ca. 200-150 BC — ArchEph (1914) 172, 233
| molding.1 | Φεραίων δικαστῶν. |
| below molding.2 | ἀγαθῇ τύχῃ· ἱερομνημονοῦντος Δη- |
| μοκράτου τοῦ Ἀσάνδρου· ταγευό<ν>των δὲ | |
| Θεοφάνου τοῦ Ἁρμέου, Εὐφήμου τοῦ Εὐδή- | |
| 5 | μου, Παρμενίωνος τοῦ Τιμοθέου, Παρμενί- |
| ωνος τοῦ Μαννίχου, Ἀσάνδρου τοῦ Δικαίου· τα- | |
| μιευόντων δὲ Ἀντιγόνου τοῦ Εὐβιότου καὶ | |
| Ἀντιόχου τοῦ Παρμενίωνος· γραμματεύ- | |
| οντος δὲ Ἀσάνδρου τοῦ Ἀσίου· ἔδοξεν τῇ | |
| 10 | πόλει τῇ Γοννέων τοῖς παραγενομένοις |
| δικασταῖς ἐκ Κιερίου Κορράγῳ Πετραίου καὶ | |
| Φρύνῳ Πολυκράτους καὶ Ἡρακλείδῃ Νικασίπ- | |
| που καὶ τῷ γραμματεῖ αὐτῶν Νικάρχῳ Στρατονίκ<ου> | |
| δοῦναι δὲ αὐτοῖς προξενίαν, ἰσοπολιτείαν, ἐπινομία̣ν̣, | |
| 15 | ἔνκτησιν, ἀσφάλειαν καθ’ ἃ καὶ τοῖς λοιποῖς προ- |
| [ξέν]ο̣ις ὑπάρχει· καὶ τὸ ψήφισμα τοῦτο τοὺς | |
| [ἐνάρχους ταγοὺς ἀγορ]ά̣σαντας κίονα λ̣[ιθί]- | |
| [νην — — — — — — — — — — — — — — — —] |