Decree for judges from Pherai. Stele of blackish marble.
[ ]
Thess. (Perrhaibia) — Gonnoi — ca. 200-150 BC — ArchEph (1911) 129, 64
| 1 | δικασστῶν Φεραίων. |
| ἀγαθῇ τύχῃ· ἱερομνημονεύοντος Δημοκρά̣- | |
| του τοῦ Ἀσάνδρου· ταγευόντων δὲ Θεοφάνο[υ] | |
| τοῦ Ἁρμέου, Εὐφήμου τοῦ Εὐδήμου, Παρμενίων[ος] | |
| 5 | τοῦ Τιμοθέου, Παρμενίωνος τοῦ Μανίγ[χ]ου, |
| Ἀσάνδρου τοῦ Δικαίου· ταμιευόντων δὲ Ἀντι- | |
| γόνου τοῦ Εὐβιότου καὶ Ἀντιόχου τοῦ Παρμεν[ίω]- | |
| [ν]ος· γραμματεύοντος δὲ Ἀσάνδρου τοῦ Ἀσίου· ἔδοξε | |
| [τ]ῇ πόλει τῇ Γοννέων τοῖς παραγενομένοις δικαστ[αῖς] | |
| 10 | ἐκ Φερῶν Καλισθένῃ Μασάκου, Εὐδήμῳ Μασάκου, Λέον[τι] |
| [Με]νίσκου καὶ τῷ γραμματεῖ αὐτῶν Μένωνι Πολυξ[ε]- | |
| [ν]ίδου δοῦναι προξενίαν, ἰσοπολειτείαν, ἐπινομίαν, [ἔγ]- | |
| κτησιν, ἀσφάλειαν καθ’ ἃ καὶ τοῖς λοιποῖς προξένοις ὑ- | |
| πάρχει· καὶ τὸ ψήφισμα τοῦτο τοὺς ἐνάρχους ταγοὺς | |
| 15 | ἀγοράσαντας κίονα λιθίνην ἀναγράψαι καὶ στῆσαι ἐπὶ |
| τὸ ἱερὸν τῆς Ἀθηνᾶς· τὸ δὲ γενόμενον ἀνήλω- | |
| μα εἰς ταῦτα δοῦναι τὸν 〚․c.5․〛 ταμίαν ἀπὸ τῶν | |
| τῆς πόλεως προσόδων· καὶ τοῦτο κύριον· κριταὶ | |
| Λυσίμαχος Σίμμου, Ξενοκράτης Οἰνίου, Μελάν- | |
| 20 | τας Σίμωνος. |