Proxeny decree for Nikias, son of Thersimenes, of Phalanna.
Black marble stele.
[ ]
Thessalia (Perrhaibia) — Gonnoi — ca. 180-160 BC — ArchEph (1912) 60, 89
1 | [ἀγαθῇ τύχῃ· ταγε]υ̣όντων Στρατ̣ο̣[νί]- |
[κου τοῦ Παρμενίω]νος, Ἀντιγόνου τοῦ̣ | |
[— — — — — — — —]ου τοῦ Δημητρίου, | |
[— — — — — — — —ο]υ, Ἀριστοκλέους τοῦ̣ | |
5 | [— — —, ταμιευ]όντων δ̣[ὲ] Εὐάρχου |
[τοῦ — — — — —], Ξενοκρά[του]ς τοῦ Δινίου, | |
[γραμματεύο]ν̣τος δὲ Πίθ̣ωνος τοῦ Νι̣- | |
[— — — — — —ο]υ̣· μηνὸς Διθυραμβίου εἰ- | |
[κάδι· ἔδοξε τ]ῆ̣ι πό<λ>ει τῇ Γοννέων· | |
10 | [ἐπειδὴ] Ν̣ικίας̣ Θερσιμένους Φαλα- |
[νναῖος] εἴοι γεγονὼς εὔχρησστος {²⁶εὔχρηστος}²⁶ τῇ πό̣- | |
[λει ἡμῶ]ν καὶ τοῖς κατ’ ἰδίαν ἐντυγχάνουσ[ι] | |
[ἐπιδι]δοὺς ἑαυτὸν εἰς πᾶν σπουδῆς καὶ | |
[δα]π̣άνης καὶ φιλοτιμίας οὐθὲν ἐνλεί- | |
15 | [πω]ν· καὶ ἐν τῶι παρεληλυθότι δὲ ἔτει |
[οὔ]σης σπανοσιτίας, εἴοι εὐχρηστή- | |
[σα]ς τῇ πόλει σῖτον ἐπ’ ἀναβολῇ· διὸ δε- | |
δόχθαι τῇ πόλει τῇ Γοννέ{ε}ων {²⁶Γοννέων}²⁶ δεδόσθαι | |
Ν̣ικίαι Θερσιμένους Φαλανναίωι καὶ αὐ- | |
20 | [τ]ῷ καὶ ἐγγόνοις πολειτείαν, προξενίαν, |
[ἐ]πινομίαν, ἔνκτησιν, ἀσφάλειαν καὶ | |
[ἐν πολ]έ̣μ̣ωι καὶ ἐν εἰρήνηι, καθ’ ἃ καὶ | |
[τοῖς λοιπ]οῖς προξένοις καὶ εὐεργέταις | |
[τῆς Γοννέ]ων πόλεως· προνοηθῆναι δ[ὲ] | |
25 | [το]ὺς ἐ̣[ν]άρχους ταγοὺς ὅπως τὰ δεδομέ- |
ν̣α τίμια Νικίᾳ ἀναγραφῶσιν εἰς κίονα | |
λιθίνην καὶ στήσωσιν ἐπὶ τῆς αὑτῶν | |
ἀρχῆς ἐν τῷ ἱερῶι τῆς Ἀθηνᾶς τῆς ἐν ἀ- | |
[κ]ροπόλει· διαποστεῖ<λ>αι δὲ καὶ πρὸς τὴν Φα- | |
30 | [λ]α̣νναίων πόλιν τὰ δεδομένα τίμια Νι- |
κ̣ίᾳ· τὴν δὲ γενομένην δαπάνην εἰς | |
τ̣αῦτα δοῦναι τὸν ταμίαν ἀπὸ τῶν τῆς πό[λε]- | |
ω̣ς προσόδων. |