Proxeny decree for Nikias, son of Thersimenes, of Phalanna. Black marble stele.
[ ] Thessalia (Perrhaibia) — Gonnoi — ca. 180-160 BC — ArchEph (1912) 60, 89
1 [ἀγαθῇ τύχῃ· ταγε]υ̣όντων Στρατ̣ο̣[νί]-
[κου τοῦ Παρμενίω]νος, Ἀντιγόνου τοῦ̣
[— — — — — — — —]ου τοῦ Δημητρίου,
[— — — — — — — —ο]υ, Ἀριστοκλέους τοῦ̣
5 [— — —, ταμιευ]όντων δ̣[ὲ] Εὐάρχου
[τοῦ — — — — —], Ξενοκρά[του]ς τοῦ Δινίου,
[γραμματεύο]ν̣τος δὲ Πίθ̣ωνος τοῦ Νι̣-
[— — — — — —ο]υ̣· μηνὸς Διθυραμβίου εἰ-
[κάδι· ἔδοξε τ]ῆ̣ι πό<λ>ει τῇ Γοννέων·
10 [ἐπειδὴ] Ν̣ικίας̣ Θερσιμένους Φαλα-
ναῖος] εἴοι γεγονὼς εὔχρησστος {²⁶εὔχρηστος}²⁶ τῇ πό̣-
[λει ἡμῶ]ν καὶ τοῖς κατ’ ἰδίαν ἐντυγχάνουσ[ι]
[ἐπιδι]δοὺς ἑαυτὸν εἰς πᾶν σπουδῆς καὶ
[δα]π̣άνης καὶ φιλοτιμίας οὐθὲν ἐνλεί-
15 [πω]ν· καὶ ἐν τῶι παρεληλυθότι δὲ ἔτει
[οὔ]σης σπανοσιτίας, εἴοι εὐχρηστή-
[σα]ς τῇ πόλει σῖτον ἐπ’ ἀναβολῇ· διὸ δε-
δόχθαι τῇ πόλει τῇ Γοννέ{ε}ων {²⁶Γοννέων}²⁶ δεδόσθαι
Ν̣ικίαι Θερσιμένους Φαλανναίωι καὶ αὐ-
20 [τ]ῷ καὶ ἐγγόνοις πολειτείαν, προξενίαν,
[ἐ]πινομίαν, ἔνκτησιν, ἀσφάλειαν καὶ
[ἐν πολ]έ̣μ̣ωι καὶ ἐν εἰρήνηι, καθ’ ἃ καὶ
[τοῖς λοιπ]οῖς προξένοις καὶ εὐεργέταις
[τῆς Γοννέ]ων πόλεως· προνοηθῆναι δ[ὲ]
25 [το]ὺς ἐ̣[ν]άρχους ταγοὺς ὅπως τὰ δεδομέ-
ν̣α τίμια Νικίᾳ ἀναγραφῶσιν εἰς κίονα
λιθίνην καὶ στήσωσιν ἐπὶ τῆς αὑτῶν
ἀρχῆς ἐν τῷ ἱερῶι τῆς Ἀθηνᾶς τῆς ἐν ἀ-
[κ]ροπόλει· διαποστεῖ<λ>αι δὲ καὶ πρὸς τὴν Φα-
30 [λ]α̣νναίων πόλιν τὰ δεδομένα τίμια Νι-
κ̣ίᾳ· τὴν δὲ γενομένην δαπάνην εἰς
τ̣αῦτα δοῦναι τὸν ταμίαν ἀπὸ τῶν τῆς πό[λε]-
ω̣ς προσόδων.
Search Help
Contact Us