Dedication of a stoa by Leonides, son of Proteas, of Halikarnassos. Rectangular block of gray marble.
[ ] Thessalia (Thessaliotis) — Pharsalos — ca. 300-250 BC — ArchEph (1934/35) 145, 1 — BCH 59 (1935) 514, VIII
1 Λεωνίδης Πρωτέου Ἁλικαρνασσεὺς τὴν στοὰν καὶ τὰ οἰκήματα τὰ ἐν τῆι στοᾶι πάντα ἀνέθηκεν
τῆι πόλει. ἡ δὲ πόλις καὶ οἱ ταγοὶ ἀεὶ οἱ γινόμενοι καὶ οἱ ταμίαι ἐκ τῶν προσόδων τῆς στοᾶς
καὶ τῶν οἰκημάτων πάντων παρέξουσι διὰ βίου τοῖς νεανίσκοις τοῖς ἐν τῶι γυμνασίωι ἀλειφομένοις
ἔλαιον ἱκανὸν δίδοντες κατ’ ἐνιαυτὸν τοῖς γυμνασιάρχοις καὶ προσδιδότωσαν
5 τοῖς γυμνασιάρχοις εἰς ἀγῶνα γυμνικὸν καὶ λαμπάδα μνᾶς δύο. ὁ δὲ ἀγὼν προσαγορευέσθω
Λεωνίδεια καὶ ὁ κῆρυξ ἀνακηρυσσέτω τὸν νικῶντα· {²rasura}² τὸν δὲ ἀγῶνα οἱ γυμνασίαρχοι ποιείτωσαν
Διψίου τῆι τετράδι ἱσταμένου· τὸ δὲ περισσὸν ἀργύριον λαμβανέτω ἡ πόλις, ἐπισκευαζέτω δὲ
τὴν στοὰν κατ’ ἐνιαυτὸν ὧν ἂν προσδέηται.
Search Help
Contact Us