[ ] Rhodos Isl. — Lindos — Rom. Imp. period — IG XII,1 786
1              ἀγαθᾷ τύ̣χᾳ
[ἰερεὺς Ἀθά]νας Λινδίας καὶ Διὸς
[Πολιέως] καὶ Ἀρτάμιτος ἐ[ν Κεκοίᾳ]
καὶ Ἀ<φρ>οδ̣<ί>τ<ας> καὶ Διονύσου καὶ Ἀ-
5 πόλλωνος Πυθίου καὶ Ἀθάν[ας Ἰ]αλυσί-
ας Πολιάδος καὶ Διὸς Πολιέως κα[ὶ Ἀθάνας Κα]-
μειράδος καὶ Διὸς [Πολιέως] καὶ Ἀτα[βυρίου]
καὶ Ἀρτάμιτος καὶ Ἁλ[ίου ἐν Ῥόδῳ] καὶ
στατὸς ἰερεὺς Κ․․․ΠΑ <π>α̣<ρὰ> [Λ]ινδίο<ις>(?) ΓΚ[— —]
10 παρὰ Ἰαλυσίοις Διὸς καὶ Ἥρας <Ο>ρολυ<γ>[ί]-
ων ἐν Πον․․․ια καὶ Ποτιδᾶνος Γι-
λαίου καὶ Ἱππίου καὶ Σαράπιδος καὶ Εἴ-
σιδος ἐν Ῥόδῳ Τίτος Φλα(ύιος) Τίτου Φλα(υίου)
Λέοντος ἰερέως υἱὸς Κυρείνα Θρα-
15 σύλοχος Κλά(σιος) ἀπὸ γένους τετει-
μημένος ἐς τὸ διενεκὲς ὑπὸ τῶν
ἐν θεοῖς Αὐτοκρατόρων καὶ τῶν τῆς
ἰερᾶς βουλῆς συνκλήτου δογμάτων
ὑπατικῶν [καὶ] συνκλητικῶν συνγεν[ὴς]
20 Ἥρᾳ Βασιλεί[ᾳ] ἐπ̣[ὶ] τοῦ βωμο<ῦ>
     τὰ<ς σ>τιβάδας ἐκ<ό>[σμησεν]
Search Help
Contact Us