[ ] Rhodos Isl. — Kamiros — reign of Titus — Clara Rhodos 6/7 (1932/1933) 433, 53 — cf. Tit. Cam. Supp. 235, 89
                 [Φίλωνα(?) Σωπόλεως]
1                       Χαλ̣]ήταν
καθ’ ὑ(οθεσίαν δὲ) Γαλέστου Καττάβιον, τιμαθέντα ὑπὸ Καμιρέων
ἐπαίνῳ θαλλῷ στεφάνῳ καὶ χρυσέῳ καὶ εἰκόνι χαλκέᾳ
καὶ ἀναγορεύσι, στρατευσάμενον ἐν τρι<η>μιολίᾳ ᾇ ὄνομα
5 Ἰρήνα Σεβαστά, καὶ ἰερατεύσαντα Ἀθάνας Πολιάδος καὶ
Αὐτοκράτορος Τίτου Καίσαρος καὶ γενόμεν[ο]ν̣ ἰερο-
ποιὸν καὶ μαστρικὸν καὶ τελέσαντα πάσας τὰς ἄλλας
λιτουργίας παρὰ Καμιρεῦσι καὶ εἰεροθυτήσαντα ἐν
Λινδίᾳ πόλι vac. Κληνὼ Οὐλιάδους Καταβία τὸν υἱόν, Οὐλι-
10 άδης καὶ Σώπολις Σωπόλεως τὸν ἀδελφόν, Κληνὼ
καὶ Φίλων Οὐλιάδου τὸν θῖον, Κληνὼ Ἀλεξιμάχου τὸν
τοῦ ἀνδρὸς ἀδελφόν, Ἀλεξίμαχος καὶ Διδύμαρχος
τὸν τᾶς ἀδελφᾶς υἱόν, Φίλων Ἑκάτωνος καὶ Ἀ̣λ̣ε̣-
ξίμαχος καὶ Ἑρμίας Ἑρμία καὶ Οὐλιάδης καὶ [Ἀφ]-
15 έστιος καὶ Διογενὶς καὶ Διδύμαρχος Διδυμάρ[χου]
καὶ Σῶσις Φίλωνος τὸν ἀνεψιὸν εὐνοίας ἕνεκα.
Search Help
Contact Us