[ ] Rhodos Isl. — Kamiros — undated
1 [τὴν δεῖνα Παυσ]ανία Λοξίδα
[τειμαθεῖσαν ὑπὸ Κ]αμειρέων πάσαις ταῖς τει-
[μαῖς καὶ ὑπὸ τᾶν σ]υννομᾶν καὶ πατρᾶν τᾶν ἐν
[Καμείρῳ πάσαι]ς τ̣αῖς τιμαῖς καὶ στεφανωθεῖσαν
5 [ὑπὸ τᾶν β]ουλᾶν πλεονάκις, ἀναθεισᾶν δὲ ὑπὲρ αὐ-
[τᾶς ἀ]ν̣δριάντας καὶ πρόσωπα ἀργύρεα.
Search Help
Contact Us