[ ]
Rhodos Isl. — Kamiros — after ca. 167 BC — ASAA 17-18 (1939-40) 148, 3 — cf. Tit. Cam. Supp. 235, 84
1 | Ἀριστομβροτίδας Ἀριστομβροτ̣[ίδα]. |
Κριτόβουλος Ἀριστομβροτίδα ὑπὲρ τοῦ ἀ̣δ̣[ελφοῦ] | |
Ἀριστομβροτίδας καὶ Ναύσιππος Κριτοβούλου ὑπὲρ τοῦ [θία] | |
Δαμαινέτα Κριτοβούλου ὑπὲρ τοῦ ἀνδρὸς | |
5 | ἰερατεύσαντος Ἀθάνας Πολιάδος καὶ Διὸς Πολιέως |
καὶ δαμιουργήσαντος | |
καὶ τιμαθέντος καὶ στεφανωθέντος | |
ὑπὸ Καμιρέων χρυσέωι στεφάνωι | |
καὶ στεφανωθέντος χρυσέοις στεφάνοις | |
10 | ὑπὸ Ἀσκλαπιαστᾶν τῶν ἐν Καμίρωι |
καὶ στεφανωθέντος χρυσέωι στεφάνωι | |
ὑπὸ Ἑρμαιστᾶν τῶν ἐν Καμίρωι | |
καὶ στεφανωθέντος χρυσέωι στεφάνωι | |
ὑπὸ Σαραπιαστᾶν τῶν ἐν Καμίρωι | |
15 | καὶ στεφανωθέντος χρυσέωι στεφάνωι |
ὑπὸ Κουραιστᾶν τῶν ἐν Κυτήλωι | |
καὶ στεφανωθέντος χρυσέωι στεφάνωι | |
ὑπὸ Τρικτοίνων τῶν ἐν Λέλωι | |
θεοῖς. | |
20 | Πυθόκριτος καὶ Ἀσ<κ>ληπιόδωρος Ζήνωνος Ῥόδιοι ἐποίησαν. |