[ ] Rhodos Isl. — Kamiros — after ca. 167 BC — ASAA 22 (1942) 148, 3 — cf. Tit. Cam. Supp. 235, 84
1    Ἀριστομβροτίδας Ἀριστομβροτ̣[ίδα].
Κριτόβουλος Ἀριστομβροτίδα ὑπὲρ τοῦ ἀ̣δ̣[ελφοῦ]
Ἀριστομβροτίδας καὶ Ναύσιππος Κριτοβούλου ὑπὲρ τοῦ [θία]
Δαμαινέτα Κριτοβούλου ὑπὲρ τοῦ ἀνδρὸς
5 ἰερατεύσαντος Ἀθάνας Πολιάδος καὶ Διὸς Πολιέως
           καὶ δαμιουργήσαντος
   καὶ τιμαθέντος καὶ στεφανωθέντος
        ὑπὸ Καμιρέων χρυσέωι στεφάνωι
   καὶ στεφανωθέντος χρυσέοις στεφάνοις
10         ὑπὸ Ἀσκλαπιαστᾶν τῶν ἐν Καμίρωι
   καὶ στεφανωθέντος χρυσέωι στεφάνωι
        ὑπὸ Ἑρμαιστᾶν τῶν ἐν Καμίρωι
   καὶ στεφανωθέντος χρυσέωι στεφάνωι
        ὑπὸ Σαραπιαστᾶν τῶν ἐν Καμίρωι
15    καὶ στεφανωθέντος χρυσέωι στεφάνωι
        ὑπὸ Κουραιστᾶν τῶν ἐν Κυτήλωι
   καὶ στεφανωθέντος χρυσέωι στεφάνωι
        ὑπὸ Τρικτοίνων τῶν ἐν Λέλωι
                 θεοῖς.
20    Πυθόκριτος καὶ Ἀσ<κ>ληπιόδωρος Ζήνωνος Ῥόδιοι ἐποίησαν.
Search Help