[ ] Rhodos Isl. — Rhodos — ca. 200-150 BC
1 Δ̣ι̣ο̣[ν]ύσιος Ἀπολ̣λ̣ωνίου.
Χαρίδαμος Ἀπολλωνίου
    τὸν ἀδελφὸν
Χαρίδαμος Διονυσίου
5     τὸν πατέρα
χοραγήσαντα πυρρίχαι καὶ
τριηραρχήσαντα κατὰ πόλεμον
καὶ φυλαρχήσαντα φυλᾶι Λινδίαι
καὶ νικάσαντα ἐπιτάφια Ἁλίεια
10          θεοῖς.
               vacat
11 [Πυ]θόκριτος̣ [Τιμοχ]άριος Ῥόδιος ἐποίησε.
Search Help