[ ] Rhodos Isl. — Rhodos — shortly after 85 BC — Chiron 23 (1993) 83-99
1            [Εὐφράνορα Δαμαγόρα]
[Δαμαγόρας Εὐφράνορος καὶ ἁ δεῖνα Θευπρόπου]
               [τὸν υἱὸν]
 Θεύπροπος v κ̣α[ὶ Βουλαρί]σ̣τα Δαμαγόρα
5             τὸν ἀδελφὸν
 Φιλίσκος Εὐφράνορος τὸν τοῦ ἀδελφοῦ υἱὸν
 Θεύπροπος Εὐκλεί[δ]α τὸν τᾶς θυγατρὸς υἱὸν
 Ἀγεμάχα v καὶ v Ἀρχέστρατος Ἀρχεστράτου
          τὸν τᾶς ἀδελφᾶς υἱὸν
10  Μνασίας Θρασυμήδευς τὸν τᾶς γυναικὸς ἀδελφὸν
 Τιμόστρατος Θευπρόπου τὸν τᾶς ἀδελφᾶς υἱὸν
 Εὐφράνωρ καὶ Εὐφάνης v καὶ Δαμαγόρας v καὶ
 Ἀριστοκρίτα v Φιλίσκου v τὸν ἀνεψιὸν
 Ἀρχέστρατος καὶ Βουλαρίστα Θρασυμήδευς
15           τὸν τᾶς τήθας υἱὸν
 Νικότιμος Τιμοκράτευς τοῦ Νικοτίμου καὶ
 Ἀριστώνυμος v Τιμοκράτευς τὸν τοῦ θία υἱὸν
 Κρατίδας Μνασία τὸν τῶν ἀδελφῶν θίαν
 Δαμαγόρας καὶ Θρασυμήδης Μνασία τὸν θίαν
20 στρατευσάμενον ἔν τε τοῖς ἀφράκτοις καὶ
       ταῖς καταφράκτοις ναυσὶ
καὶ νικάσαντα Ἁλ̣ίεια ἅρματι τελείωι
καὶ τιμαθέντα ὑπὸ τοῦ δάμου χρυσέωι στεφά[νωι]
[ε]ὐνοίας ἕνεκα καὶ φιλοστοργίας τᾶς εἰς αὑτο[ύς]·
25                    θεοῖς.
            [(nomen statuarii)]
Search Help
Contact Us