[ ]
Rhodos Isl. — Rhodos — after ca. 78 BC — Anekdotes Epigraphes Rodou II (1989) 164, 73
1 | [Εὐπόλεμον Εὐπολέμου] |
[το]ῦ Τιμοκράτευς | |
καθ’ ὑοθεσίαν δὲ Τιμοκράτευς | |
Κλεύθεμις Κλευξένου | |
5 | ταμιεύσαντα κατὰ Ἁλίεια καὶ |
στραταγήσαντα κατὰ πόλεμον v καὶ | |
πρυτανεύσαντα v καὶ v προφατεύσαντα | |
καὶ ἰερατεύσαντα Ἀθάνας Λινδίας καὶ | |
Δ̣ιὸς Πολιέως | |
10 | καὶ ἰερατεύσαντα Ἀρτάμιτος Κεκοίας |
καὶ τιμαθέντα ὑπὸ Λινδίων χρυσέωι στεφάνωι | |
καὶ εἰκόνι χαλκέαι καὶ στεφαναφορίαι ἐν ταῖς | |
παναγύρεσι, ἅς κα ζῶι, καὶ ἀναγορεύσει | |
τᾶν τιμᾶν εἰς τὸν ἀεὶ χρόνον καὶ | |
15 | φυλαρχήσαντα κα[ὶ νι]κάσαντα Ποσειδάνια |
καὶ v Ἁλίεια vvv καὶ | |
χοραγήσαντα τραγωιδοῖς καὶ νικάσαντα | |
Ἀλεξάνδρεια καὶ Διονύσια v καὶ | |
χοραγήσαντα πυρρίχαι καὶ νικάσαντα v καὶ | |
20 | γενόμενον ἐπὶ τᾶς ἐπιμελείας τῶν ἵππων |
καὶ τριηραρχήσαντα v δὶς | |
εὐνοίας ἕνεκα καὶ εὐεργεσίας | |
τᾶς εἰς αὑτὸν | |
θεοῖς. |