[ ] Rhodos Isl. — Rhodos — ca. 130-112 BC — V. Kontorini, Rhodiaka I (1983) 19, 1
1 βασιλῆ Ἀριαράθη Ἐπιφανῆ
καὶ Φιλοπάτορα τὸν ἐγ βασιλέως
Ἀριαράθους Εὐσεβοῦς καὶ Φιλοπάτορος
Παράμονος Καστορίδου Ταρσεὺς
5 ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ
εὐεργεσίας τῆς εἰς αὐτὸν θεοῖς.
Φιλαγόρας Μ<εν>ύλλου Ῥόδιο<ς> ἐποίησε.
Search Help
Contact Us