[ ] Karpathos Isl. — Potidaion (Pigadia) — Rom. Imp. period — Hesperia 27 (1958) 124, 4
1 ἔσση̣ κ̣αὶ ἐν τεθ̣ν̣ε̣ῶσί π̣ε̣ρ̣
{ρ} ὢν ὑπέρτατος | ὥς ποτε π̣α̣ρ̣ὰ̣
ζῳοῖσιν ἦς μακάρτατος, |
Τειμόδικε, πινυταῖς [εὖ πε]-
5 πυ̣κ̣ασμένε φρεσίν· | ὡς γάρ
τε Μείνως καὶ Ῥαδάμαν-
θυς οἱ Κρῆτες | αὐτοῦ
παρὰ θρόνοισιν ἑδράσης
       δέμας.
Search Help
Contact Us