[ ] Rhodos Isl. — Rhodos — ca. 200 BC
1 ․․․․α․γόρην Λυσιστράτο[υ Π]εδιάδα
    στεφανωθεῖσαν ὑπὸ τᾶν βουλᾶν πλεονάκις χρυ-
    σέοις στεφάνοις καὶ ἀνδριάντων καὶ προσώπων
    ἀργυρέων ἀναθέσεσι καὶ νικάσασαν Ἅλεια συνωρίδι
5     πωλικᾷ, στεφανωθῖσαν δὲ καὶ ὑπὸ Λινδίων καὶ Ἰαλυσίων
    καὶ Καμιρέων καὶ ὑπὸ τῶν ἐνπλεόντων ἐν τοῖς ἀφρά-
    κτοις Λυσίστρατος Ἁγησάνδρου Πεδιεὺς καὶ Ἀπολ-
         λωνία Ἀπολλωνίου Ἀργεία τὰν θυγατέρα καὶ
    [— — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us