[ ] Rhodos Isl. — Rhodos — ca. 220-210 BC? — GVI 1451
1 οὔ τί σε νώνυμνον κρύπτει τόδε Δωρίδος αἴης
σῆμα περὶ τραφερὴν θηκάμενον σπιλάδα
Εὐμοιρέω Ἀρίδεικες· ἀποφθιμένοιο δὲ σεῖο
μείλια καὶ πελάνους ἐμ πυρὶ βαλλόμεθα
5 ἁζόμενοι Μούσαις, τὸν ἀοίδιμον αἵ σε τιθηνοῖς
χερσὶ Πλατωνείους θρέψαν ὑπ’ ἀτραπιτούς.
Search Help