[ ]
Rhodos Isl. — Rhodos — 2nd c. BC
face A | {²quattuor coronae}² |
1 | Διονυσοδώρου Ἀλεξανδρέως |
εὐεργέτα καὶ ἀρχερανιστᾶ. | |
face B | {²quattuor coronae}² |
1 | Ἰάκχου καὶ Διονυσοδώρου Ἀλεξανδρέων εὐεργετᾶν |
τιμαθέντων ὑπὸ τοῦ κοινοῦ εὐεργεσίαι καὶ | |
ἀτελείαι πάντων διὰ βίου, καὶ στεφανωθέντων | |
ἐπαίνωι θαλλοῦ στεφάνωι, τιμαθέντος δὲ | |
5 | Διονυσοδώρου καὶ ὑπὸ τοῦ κοινοῦ τοῦ Ἁλιαστᾶν |
ἀτελείαι πάντων διὰ βίου καὶ ἀναγορεύσει τᾶν τι- | |
μᾶν ἐπὶ τῶν τόπων καὶ στεφανωθέντος ἐπαίνωι | |
ἐπὶ τῶν τόπ<ω>ν εἰς τὸν ἀεὶ χρόνον· τιμαθέντος | |
δὲ καὶ ὑπὸ τοῦ κοινοῦ τοῦ Διονυσιαστᾶν εὐεργεσί- | |
10 | αι καὶ ἀτελείαι πάντων διὰ βίου καὶ στεφανωθέν- |
τος ἐπαίνωι χρυσέωι στεφάνωι ἐπ’ ἀρετᾶι· | |
καὶ Διονυσίου Ἀλεξανδρέως καὶ Ἰθάκης Σολίδος. |