[ ]
Rhodos Isl. — Rhodos — 2nd c. BC
| face A | {²quattuor coronae}² |
| 1 | Διονυσοδώρου Ἀλεξανδρέως |
| εὐεργέτα καὶ ἀρχερανιστᾶ. | |
| face B | {²quattuor coronae}² |
| 1 | Ἰάκχου καὶ Διονυσοδώρου Ἀλεξανδρέων εὐεργετᾶν |
| τιμαθέντων ὑπὸ τοῦ κοινοῦ εὐεργεσίαι καὶ | |
| ἀτελείαι πάντων διὰ βίου, καὶ στεφανωθέντων | |
| ἐπαίνωι θαλλοῦ στεφάνωι, τιμαθέντος δὲ | |
| 5 | Διονυσοδώρου καὶ ὑπὸ τοῦ κοινοῦ τοῦ Ἁλιαστᾶν |
| ἀτελείαι πάντων διὰ βίου καὶ ἀναγορεύσει τᾶν τι- | |
| μᾶν ἐπὶ τῶν τόπων καὶ στεφανωθέντος ἐπαίνωι | |
| ἐπὶ τῶν τόπ<ω>ν εἰς τὸν ἀεὶ χρόνον· τιμαθέντος | |
| δὲ καὶ ὑπὸ τοῦ κοινοῦ τοῦ Διονυσιαστᾶν εὐεργεσί- | |
| 10 | αι καὶ ἀτελείαι πάντων διὰ βίου καὶ στεφανωθέν- |
| τος ἐπαίνωι χρυσέωι στεφάνωι ἐπ’ ἀρετᾶι· | |
| καὶ Διονυσίου Ἀλεξανδρέως καὶ Ἰθάκης Σολίδος. |