[ ] Rhodos Isl. — Rhodos — ca. 200 BC
col. I.1    Ἡράκλειτος Παυσανία.
            vacat
2 Ἀπολλόδοτος Ἡρακλείτου
 Νεττίδας ματρὸς δὲ ξένας
      τὸμ πατέρα
5    φυλαρχήσαντα
   φυλᾶι Ἰαλυσία[ι]
 καὶ νικάσαντα εὐα[νδ]ρ̣ίαι
 καὶ λαμπάδι  Διοσωτήρια
 Ἀσκλαπίεια Ἁλίεια
10         θεοῖς.
col. II.1   Ἀπολλόδοτος Ἡρακλείτου
    Νεττίδας ματρὸς δὲ ξένας.
Ἡράκλειτος Ἀπολλοδότου Σάμιος
ὧι ἁ ἐπιδαμία δέδοται τὸμ πατέρα
5                θεοῖς.
                  vacat
6    ἀτθρήσας {²⁶ἀθρήσας}²⁶, ὦ ξεῖνε, τὸν ἔμπνοον ἐγγύθι χαλκὸν
   μνᾶσαι τᾶς ὁσίας τοῦδε δικαιοσύνας·
   τρὶς δέκα γὰρ λυκάβαντας ὁμοῦ ξείνοις τε καὶ ἀστοῖς
   χρυσὸν σὺν καθαρᾶι πάντ’ ἐφύλαξε δίκαι·
10    οὕνεκ’ Ἀπολλοδότωι μίμνει κλέος, ἅδε δὲ μορφὰ
   ἐξ Ἡρακλείτου παιδὸς ἀναγράφεται.
   ἀλλὰ γένος τελέθοι καὶ ἐς ὕστερον ὡς ὅδε πατρὸς
   φέρτερος, ὣς παίδων παῖδες ἀρειότεροι.
col. I-II.11 Τιμόχαρις Ἐλευθερναῖος ἐποίησε.
Search Help
Contact Us