[ ]
Rhodos Isl. — Rhodos — shortly after 88 BC — cf. Gnomon 2 (1926) 196-197
See also:
| 1 | Σῶσος καὶ Πολυκλῆς [κ]αὶ Καλλιαρίστα Σώσου, |
| Πολυκλῆς Πολυκλεῦς τοῦ Πολυκλεῦς τὸν πάππον | |
| [σ]τρατευσά[μ]ενον ἔν τε τοῖς ἀφράκτοις καὶ ἐν ταῖς καταφράκτοις | |
| [να]υσὶ κατὰ πόλεμον καὶ γενόμενον ἁγεμόνα ἄμισθον ἐπὶ τᾶς | |
| 5 | [χώ]ρας τᾶς Λινδίας καὶ γυμνασιαρχήσαντα φυλᾶ[ς] καὶ νικάσαντα |
| [Π]οσειδάνια καὶ Ῥωμαῖα καὶ Ἁλίεια καὶ γυμνασιαρχήσαντα νεώτερον | |
| [καὶ κ]λαρωτὰν δικαστᾶν γενόμενον καὶ ἄρξαντα ἀφράκτων καὶ | |
| [ἁγ]ησάμενον πεντηρέων κατὰ πόλεμον καὶ ἀποδειχθέντα ὑπὸ τοῦ | |
| δάμου ἁγεμόνα τῶν ἁγεμόνων καὶ ναυμαχήσαντα καὶ στραταγή- | |
| 10 | σαντα ἐν τῶι πέραν καὶ ἐπιχειροτονηθέντα τὸ δεύτερον καὶ ἐπιχειρο- |
| τονηθέντα τὸ τρίτον καὶ γυμνασιαρχήσαντα πρεσβύτερον καὶ | |
| γραμματῆ βουλᾶς γενόμενον καὶ στεφανωθέντα ὑπὸ τῶν συναρχόντων | |
| καὶ πρυτανεύσαντα ἐν τῶι πολέμωι καὶ στεφανωθέντα ὑπὸ τῶν συναρ- | |
| χόντων καὶ γενόμενον σύμβουλον ναυάρχωι Δαμαγόραι καὶ φυλαρ- | |
| 15 | χήσαντα καὶ νικάσαντα ἐπιτάφια καὶ τριηραρχήσαντα τετρήρευς |
| καὶ νικάσαντα τᾶι ἀποδείξει τᾶς ναὸς καὶ χ[ορ]αγήσαντα πυρρίχαι | |
| καὶ τριηραρχήσαντα τετρήρευς κατὰ πόλεμον καὶ χοραγήσαντα | |
| τραγωιδοῖς καὶ νικάσαντα Ἀλεξάνδρεια καὶ Διονύσια καὶ τιμαθέντα | |
| καὶ στεφανωθέντα χρυσέοις στεφάνοις δυσὶ ὑπὸ Παναθηναϊστᾶν | |
| 20 | στρατευομένων κοινοῦ καὶ ὑπὸ Ἁλιαταδᾶν πατριωτᾶν |
| Ἀριστοκλείων καὶ Κυδαγορείων διαγονιᾶν κοινοῦ καὶ ὑπὸ | |
| Ἐπεκτοριδᾶν πατριωτᾶν κοινοῦ καὶ ὑπὸ Εὐθαλιδᾶν πατριωτᾶν | |
| τῶν ἐν Οἴαις κοινοῦ καὶ ὑπὸ Ἀφροδισιαστᾶν ἁλικιωτᾶν Πολυ- | |
| κλείων κοινοῦ καὶ ὑπὸ Ἰερομβροτείων Κλυσιμείων Πολυχαρ- | |
| 25 | μείων κοινοῦ καὶ ὑπὸ τῶν ἰεροθυτησάντων ἐν Ἐρεθίμοις κοινοῦ |
| καὶ τιμαθέντα ὑπὸ Ἀπολλωνιαστᾶν Ἀντιοχείων συσστρατευσαμέ- | |
| [ν]ων κοινοῦ καὶ τιμαθέντα ὑπὸ Πολυκλείων Βοαρσᾶν κοινοῦ | |
| χρυσέωι στεφάνωι καὶ ἀνδριάντι καὶ τιμαθέντα ὑπὸ Βοαρσᾶν | |
| [Τει]σαγορείων κοινοῦ καὶ τιμαθέντα ὑπὸ τῶν συμμάχων πάντων | |
| 30 | τῶν τασσομένων ὑπὸ τὸν δᾶμον δίς, καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος |
| τῶν Ἀστυπαλαιέων προξενίαι πολιτείαι χρυσέωι στεφάνωι εἰκόνι | |
| χαλκέαι καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος τῶν Μιλησίων προξενίαι | |
| πολιτείαι ἐπαίνωι χρυσέωι στεφάνωι εἰκόνι χαλκέαι καὶ τιμαθέντα | |
| ὑπὸ τᾶς πόλιος τᾶς Ὑλλαριμέων προξενίαι πολιτείαι χρυσέωι στεφάνωι | |
| 35 | εἰκόνι χαλκέαι καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος τᾶς Κυιτᾶν προξενίαι |
| [π]ολιτείαι χρυσέωι στεφάνωι εἰκόνι χαλκέαι, θεοῖς. |