[ ] Rhodos Isl. — Lindos — ca. 14-50 AD
a.1 Ἀριστομένη Παυσανία καθ’ ὑ(οθεσίαν δὲ)
Ἀριστομένους τιμαθέντα
 ὑπὸ Λινδίων ἐπαίνῳ, χρυσέῳ στεφάνῳ
καὶ ἀνδριάντι καὶ σιτήσι ἐν ἰεροθυτίῳ καὶ ἰκόνι
5 χ̣αλκέᾳ καὶ προεδρίᾳ ἐν τοῖς ἀγῶσι οἷς τίθοντι
b.1 Ἀριστομάχαν Ἀριστομ[ένους]
τιμαθῖσαν ὑπὸ Λινδίων ἐ[παίνῳ, χρυσέῳ]
                    vacat
3    στεφάνῳ καὶ ἰκόνι χαλκ̣έ̣ᾳ̣ [καὶ προεδρίᾳ ἐν τοῖς ἀγῶσι]
   οἷς τίθοντι Λίνδιοι κα[ὶ στεφαναφορίᾳ ἐν ταῖς πανα]-
5    γύρεσι καθ’ ἕκαστο[ν ἐνιαυτὸν — — — — — — — — —]
Search Help
Contact Us