[ ] Rhodos Isl. — Lindos — 22 AD
face I.1  {²1}² ψάφισμα Ἱππία Ἱππία τοῦ Ἱππία Ἀργείου
      περὶ τᾶς παρακαταθήκας τᾶς Ἀθάνας.
                                   vacat
3 ἐπ’ ἰερέως τᾶς Ἀθάνας Ἀριστείδα, τοῦ δὲ Ἁλίου Πλε[ι]-
στάρχου, Πα(νάμου) ιϛ, ἔδοξε μασ[τ]ροῖς καὶ Λινδίοις· Ἱππίας γ Ἀργ(εῖος) εἶπε·
5 ἐπειδὴ συνβαίνει τὰς μὲν ποθόδους τὰς Λινδίων ὑστερεῖν, τὰ δὲ εἰ[ς]
τὰς θυσίας καὶ παναγύ[ρε]ις ἀναλ[ώ]ματα πολλάκις ἐπείγειν καὶ τού-
[τ]ῳ τρόπῳ τοὺς ἄρχοντας εἰς δυ[σχρ]η̣στίαν ἐνπείπτειν, συνφέ̣-
ρον δέ ἐστι Λινδ[ίοι]ς̣ κ[α]ὶ τὰ[ς τῶ]ν θεῶν τειμὰς καὶ τὸ τοῦ [κ]οινοῦ
πρέπον διαφυλά[σσ]εσθαι, ὄ[ν]τος ἐξ ἑτοίμου ἀργυρίου εἰς τὰς
10 παναγύρεις καὶ τ[ὰ]ς τῶν θεῶν τειμάς, τύχᾳ ἀγαθᾷ δεδό-
χθαι Λινδίοις, κυρωθέντος τοῦδε τοῦ ψαφίσματος· {²2}² τὸ γεγο-
νὸς περίψαφον τ[ῶ]ν ἰεροταμιᾶν Μενεκράτευς καὶ Ἀσκλαπι-
άδα καὶ Ἁγησάνδρου ἀπὸ τᾶς ἰεροταμείας αὐτῶν ἐκ τᾶς τ[ρι]-
[ε]τίας, καὶ εἴ τι παρειλήφαντι ἐκ τούτου, καὶ εἴ τί κα παραλάβωντ[ι]
15 [τ]οὶ ἐνεστακότες ἰεροταμίαι Διονύσιος καὶ Καλλίμαχος κα[ὶ]
[Π]υθόδωρος, παραδόντω ἰερὸν εἰς παρακαταθήκαν τᾶς Ἀθάνα[ς]
[τ]ᾶς Λινδίας καὶ τοῦ Διὸς τοῦ Πολιέως Καλλιστράτῳ β τῷ ἰερεῖ
τᾶς Ἀθάνας ἐν[ια]υ̣σίῳ̣· {²3}² [ὁμ]οίως δὲ καὶ τοὶ ἐπιστάται τοὶ ἄρχοντε[ς]
[τ]ὸν ἐπ’ ἰερέως Καλλστρ]άτου καὶ Ῥ̣οδοπείθευς ἐνιαυ[τὸν]
20 [ἑλέ]σθων ἄνδρας [ε], ἐγ μὲν τῶν ἰερατευκότων τ[ᾶς]
[Ἀ]θάνας γ, ἐγ δὲ τῶν̣ [ἄλλω]ν Λινδίων β· τοὶ δὲ αἱρεθέ[ν]-
[τε]ς παραλαβόντ[ω παρ]ὰ τοῦ ἰερέως τᾶς Ἀθάνα[ς]
τοῦ δαμοσίου ἐπ̣[ιστά]ν̣το[ς τ]ὰ ἀποκείμεν[α ἐν]
[τ]ῷ νακορείῳ χάλκ[ε]α καὶ σιδά̣[ρ]εα καὶ [ἐ]πιδειξάν[τω]
25 [τ]οῖς μαστροῖς καὶ Λινδίοι[ς ἐν τῷ] μα[στ]ρείῳ τῷ ἐ̣[ν τᾷ]
[π]όλει ἀγομένῳ τῷ #⁷#⁷(—) κα[ὶ ἀποδ]όσθω α[ὐ]τὰ παρα[κο]-
[λ]ουθούντων πᾶσι καὶ τῶν̣ [δα]μοσίων· καὶ ἀποδόμεν̣[οι]
παραδόντω τὸ πεσὸν [ἀ]ργ̣ύ̣ριον [τ]ῷ ἰερεῖ τᾶς Ἀθάνα[ς]
[ἰ]ερὸν ἤμειν ἐν παρακατ̣[αθ]ήκᾳ τᾶς Ἀθάνας τᾶς Λινδί[ας]
30 καὶ τοῦ Διὸς τοῦ Πολιέω[ς]· {²4}² ἐπειδὴ δὲ καὶ ἀνδριάντες
[τ]ινές ἐντι ἐν τᾷ ἀναβ[ά]σει καὶ αὐτᾷ τᾷ ἄκρᾳ ἀνεπίγραφοι καὶ
ἄσαμοι, συνφέρον δέ [ἐ]στι καὶ τούτους ἤμειν ἐπισάμους ἐπιγρ[α]-
[φ]ὰν ἔχοντας ὅτι θεο<ῖ>ς ἀνάκεινται, δεδόχθαι Λινδίοις, κυ(ρωθέντος) τοῦδε
[τ]οῦ ψα(φίσματος)· τοὶ αὐτοὶ ἐπιστάται μ[ισθω]σάντω ἑκάστου ἀνδριάντος τὰν
35 [ἐ]πιγραφάν, διαχειρο[τονησ]άντων Λινδίων εἰ δεῖ τοῦ εὑρίσ-
κοντος κατακυροῦ[ν ἢ μ]ή, καὶ [εἴ κ]α [δ]όξῃ τοῦ εὑρίσκοντος κα-
[τ]ακυροῦν τὸ πεσὸν ἀργύριον· [ἀ]πὸ τού[τ]ων καταβαλόμε-
[ν]οι λ[όγ]ον π[ό]σου ἑ[κ][σ]το[υ ἁ] ἐπιγραφ[ὰ ἀπε]δόθ[η] παραδόντω ἰερὸν
[ἤ]μ[ειν εἰς] πα[ρ]ακα[τ]α[θ]ήκαν τᾶς Ἀ[θ]άνας τ[ᾶ]ς Λινδία̣ς καὶ τ[οῦ]
40 [Διὸς τοῦ Πολιέ]ω̣ς̣· [τοὶ δὲ] ὠνησά[μ]ε[ν]οι τὰς ἐπιγραφὰς μὴ
[ἐχόντων ἐξουσίαν ἀπ]ε[νε]νκεῖ[ν] ἐκ τᾶς ἄκρας ἀνδριάν[τας]
[τρόπῳ μηδ]ενὶ μηδὲ παρευρέσει μηδεμιᾷ ἢ ἔνοχοι ἐόντ[ω]
[ἀσεβεί]ᾳ· πο̣ιησάμενοι δὲ τὰν αἴτησιν ἐχόντων ἐξουσ[ίαν]
[ἀπενενκ]εῖν ἅ κα συνχωρήσωσι διὰ τᾶς αἰτήσιος Λίν[δ]ιοι· {²5}² π̣[ρο]-
45 [θέντω δὲ] τοὶ ἐπιστάται τοῖς χρῄζουσιν ἐπαύξειν τό τ[ε] Λ[ιν]-
[δί]ων̣ [πλῆθ]ο̣ς̣ καὶ τὰς τιμὰς τᾶς θεοῦ ἐπανγελ̣ε̣ίαν ὅ̣σσο̣[ν κα]
ἕκασ[τ]ος χρῄζῃ ἐπανγέλλεσθαι ἀ[ργ]υρίου ἐν Λίν[δ]ῳ ἐ̣[ν ταῖς]
[ἀ]γο[μ]έναις ἐ<κ>κλησίαις τῷ Ἀγ(ριανίῳ) μ(ηνί)· καὶ τὸ μὲν πεσὸν ἀρ[γύριον]
[ἀ]πὸ τούτου εἴδευς παραδόντω τῷ ἰερεῖ τᾶς Ἀθάν̣α[ς, καὶ τῶν]
50 [ἐ]πανγειλαμένων τὰ ὀνόματα ἀναγραψάντω ἐστάλ[αν λιθ]-
ίναν πατριαστὶ καὶ δάμου καὶ πόσον ἐπανγε[ίλαν]το [δωσεῖν]
προγράψαντες αὐτοῖς προγραμμὸν τόν[δε]· ἐπ’ ἰε[ρέως]
[τ]ᾶς Ἀθ<ά>νας Καλλιστράτου, ἐπιστατᾶν τῶν σὺν Ἱππίᾳ [γ Ἀργ(είῳ)],
τοίδε προαιρούμενοι τό τε Λινδίων πλῆθος [ἐ]πα[ύξ]ε[ιν]
55 καὶ διαφυλάσσειν τάς τε τῶν θεῶν θυσίας καὶ τὰ[ς πανα]-
[γ]ύρει[ς], ἐπανγείλαντο δωσε<ῖν> χρήματα δω[ρε]ὰν̣ εἰς
[π]αρακαταθήκαν τᾶ<ς> Ἀθάνας τᾶς Λινδίας καὶ τοῦ Διὸς τοῦ Πολ[ιέως]
[κα]τὰ τὸ εἰσγραφὲν ψάφισμα ὑπὸ Ἱππία γ Ἀργ(είου)· {²6}² ὅπ[ω]ς [δὲ] καὶ [εἰς τὸ]
[λοιπ]ὸν αὔ[ξ]ηται [τᾶ]ς θεοῦ <ἁ> παρακαταθήκα, τοὶ ἐπισ[τάται τοὶ ἀεὶ]
60 [ἐν ἀρχᾷ ἐόντες, ἐ]πεί κα ἐπὶ Δε[ιρ]άδος μετὰ τὰν [προβολὰν τῶν]
[ἰερέων καὶ τοῦ ἀρχιεροθύτα π]ρο[β]άλωνται ἰεροθ[ύτας]
face II.62 ὅπως δὲ καὶ εἰς τ[ὸ] λοιπὸν αὔξηται τᾶς θεοῦ ἁ παρ[α]-
κ̣αταθήκα, τοὶ ἐπιστάται [τ]οὶ ἀεὶ ἐν ἀρχᾷ ἐόντες, ἐ-
[π]εί κα ἐπὶ Διράδος μετὰ [τ]ὰν προβολὰν τῶν ἰερ<έ>ω[ν]
65 καὶ τοῦ ἀρχ[ιε]ροθύτα προβάλ<ω>ντ<αι>, ἰεροθύτας
π̣ροθέ[ντ]ων̣ ἰδ̣ί̣ως τοῖς χρῄζουσι ἐπανγείλασθαι
[ἰ]εροθυ[τεί]αν δω̣ρεάν· τοὶ δὲ ἐπανγειλάμενοι
πάντα π[ρασσό]ν̣[τω] καθὰ καὶ τοὶ ἄλλοι ἰεροθύ-
ται ἢ ἔνοχοι ἐό[ντω] ἀσεβείᾳ· τοὶ δὲ ἰ̣εροτα-
70 μία<ι> τὸ ὀφῖλ̣ο[ν τ]ο[ύ]τ̣οι[ς] ἐ̣νοδιάζζ̣εσθαι ἀργύρι-
ο̣ν παραδόντω τῷ ἰερεῖ τᾶς Ἀθάνα<ς> ἰερ[ὸ]ν ἤμειν
[εἰ]ς τὰν παρακαταθήκαν ἀπὸ τᾶς ἐπανγε<λ>ίας
[ἰερ]οθύτα τοῦ ἐπανγειλαμένου τὸ ὄνο[μ]α πα-
[τρ]ιαστὶ καὶ δάμου κατὰ τ̣ὸ̣ ψάφισμα τὸ εἰσ-
75 [γ]ραφὲν ὑπὸ Ἱππία γ Ἀργ(είου)· {²7}² ὁμοίω[ς] δὲ καὶ εἴ τίς [κα?]
[ἰ]ερεὺς παραγείνηται τᾶς Ἀθάνας καθε[— — — —]
․ωσις Λινδίοις τοὶ ἰεροταμίαι τὸ ὀφ[εῖ]λον δίδο-
[σθ]αι τῷ ἰερεῖ ἀργύριον εἴς τε τὰς ὑποδοχὰς καὶ θ[υ]-
[σί]ας καὶ τἆλλα ἀναλώμ[ατ]α μὴ τελεύντων αὐ̣-
80 [τῷ] τρόπ<ῳ> μηδενὶ μηδὲ π̣αρ̣ευ̣ρέσ[ει μ]ηδεμιᾷ
․․α̣ν κα τελέσωντι αὐ̣τὸ̣ς̣ ανα․․σω [π]αρ̣[α]-
[δ]όντω δὲ καὶ τοῦτο εἰς τὰν παρακαταθήκ[αν]
[τ]ᾶς Ἀθάνας ἰερὸν ἤμειν, ποτιγράφον[τες]
[ἀ]πὸ τᾶς ἰερ<ω>σύνας τὸ ὄνομα τοῦ ἰερατε[ύ]-
85 [σαν]τος κατὰ τὸ ψάφισμα τὸ [ε]ἰσγραφὲν ὑ̣π[ὸ]
[Ἱπ]πία γ Ἀργ(είου)· ὁ δὲ ἰερεὺς ὁ καθ’ ὑοθεσίαν [γε]-
[νό]μενος ἐπ[άν]α̣νκες πάντα π̣[ρασσ]έ̣τ[ω]
καθὰ καὶ οἱ ἄλλ[οι ἰε]ρεῖς ἢ ἀσ[εβής τε ἔ]στω̣ {[ἔσ]}-
{τω} ποτὶ τὰν θεὸν καὶ ἔνοχος ἔστ<ω> τοῖς [ἐ]-
90 πιτιμίοις ἃ̣ γέγ̣ρ̣απτ̣αι̣ [κ]αὶ κατὰ τῶν λα̣[βό]ντ[ων]
τὸ ἀργύριον̣ ․Λ̣Ι̣․․․․․․α̣ξαμειν ․․․․․․․
διεγράψατο· {²8}² ὅπω̣ς [δὲ] καὶ ἁ παρακαταθ[ήκα ὡ]ς̣ δ[υ]-
νατὸν εἰς τὸν αἰῶ̣να διαφ̣υλά̣σσ̣ηται ὁ ἰ[ερε]ὺς
τᾶς Ἀθάνας οΙ․μοΙ․․․ενος π̣[α]ραδιδ̣[ότω] τ[ῷ με]-
95 τ’ αὐτὸν ἰερατεύοντ[ι ․]ε̣τ̣․․․․․․να̣#⁷[— — — — —]
ματων τὸ παραδοθὲν αὐτῶι ἀργύριον πο[τιγράφων· τοῦτο]
[π]αρέλαβον [κ]ατὰ τὸ ψ̣άφισμα τὸ εἰσγραφὲν ὑ[πὸ Ἱππία γ]
Ἀργ(είου)· τὰ δὲ κατα․․ιλεκατο․λ̣αο̣[— — — — — — — — — —]
[ὁ] δὲ παραλαβὼν ἀ̣π̣οτιθέσθω αὐτὸ [ἐν]ώπιο[ν]
100 [τῶν μ]αστρῶν κ[αὶ] τῶν ἐπιστατᾶν καὶ τοῦ̣
[γραμ]ματέως τῶ[ν] μαστρῶν κ[αὶ] τῶν ἐπι[στατᾶν]
[εἰς] τὸ ἰερὸν σ#⁷․․νας ε․․․ντω̣ν αρ․․․․․
․․․․α τετράδ[ι ἐπὶ δέκ]α το․․․ {²9}² ὁμοί̣[ως δὲ καὶ]
․․․․․ος κατα[— — — — — — — —]και[— — — — — —]
105 [— — — — — — — — — — — — διαχειρ]οτονη[σ]α․․․
[— — — — — — — — — — — — — — — — — —]ν̣ης
․․εις [τ]ὰς̣ π[α]να[γύρεις — — — — — — — —]
[τῶ]ν̣ χρημάτων̣ [— — — — — — — — —]εκλ̣․․․ατα[— — —?]
․αν ὅτι αι․․ατ#⁷[— — — — —]ια․․θεὶς τοι[— — —]
110 [ψα]φ̣ισμένα ․․․․․σ̣με̣․․․․ΙΕ̣Ι․․․ πα̣[ρ]αδο[— — —?]
․․․ε̣θεν[— — — — — —] ἀ̣π̣[ο]δομενο․ μετ[ὰ τῶν]
[ἀ]ρχ[ό]ντων εκ․․․․․ου τοῖς ἰεροταμίαις [— —?]
[λ]άβωνται αυτο̣․․σια․․ας ὅτι ἀποκατα-
[σ]τασεῦ[ν]τι ἰς [τὰν] π[αρ]άδοσιν τῶν ἰερέων
115 ․․τ̣ω̣· {²10}² ὁμο[ί]ως̣ δὲ̣ [καὶ ․․․․․]οε̣π̣․ηλιε̣π̣αν[— —?]
[․․․ ἀ]ποδόντω εν[— — — — — — — — —]θεσμια
face III.117 ἢ ἀσεβε<ῖ>ς τε αὐτοὶ ἔστω ποτὶ τὰν θεάν, καὶ τοὶ [ἐ]-
πιστάται ἀπογραψάντω ἕκαστον αὐτῶν ὀ-
φείλοντα ἰερὰς Ἀθάνας δρ(αχμὰς) μ(υριάδας) αʹ· {²11}² μηδενὶ δὲ ἐξέστω
120 μήτε ἄρχοντι μήτε ἰδιώτᾳ μήτε εἰ[π]εῖν
μήτε συ[ν]γράψαι μήτε γνώμαν προφέρειν
ὡς δεῖ εἰς ἄλλ[ο] τι [μ]ετάγειν τοῦτο τὸ ἀργύριο[ν]
[ἢ] καταλῦσα[ι τ]ὰν τᾶς θεοῦ πόθοδον ἢ αὐτός
[τ]ε ἐξώλης ἔστω {ι} καὶ ἐπάρατος καὶ γέ̣νος αὐ-
125 [τ]οῦ καὶ ἀσεβὴς ἤτω ποτὶ τὰν θεὸν καὶ ὀφειλέτ[ω]
[ἰ]ερὰς Ἀθάνα<ς> δρ(αχμὰς) μ(υριάδας) αʹ· {²12}² ὁμοίως δὲ ἔνοχος ἔστω τοῖς ἐ-
πιτειμίοις καὶ εἴ τίς κα μὴ ποιήσῃ [τι] τῶν ἐν τ[ῷ]-
δε τῷ ψαφίσματι κατακ̣ε[χ]ωρ̣ισμέ[ν]ων οἷς
[ἕ]καστα ποτιτέ<τ>ακται· ποτανγελλέτω
130 δὲ ὁ χρῄζων ἐπὶ τῷ τρίτῳ ποτὶ τοὺς λο-
γιστάς· {²13}² ὅπως δὲ [κα]ὶ εὐεπίγνωσ̣τα ᾖ πᾶ-
σι τὰ δόξαντα Λιν[δ]ίοις, τοὶ ἐπιστάται ἑ-
λέσθων ἄνδρα· ὁ δ̣[ὲ] αἱρεθεὶς ἀναγραψάτ[ω]
τόδε τὸ ψ[ά]φ[ισ]μα εἰς στάλαν λί{ν}θου {²⁶λίθου}²⁶ Λαρ[τί]-
135 ου γράμμα[σι] εὐσάμοις καὶ ἀναθέντω ἐν
[τ]ῷ ἰερῷ τᾶς Ἀθάνας ἐχομένα<ν> τοῦ κείονος
[ὅ]πει ἀναγεγραμ[μ]έν̣α ἐντὶ ἁ π̣ο̣τευχά· τ[οὶ]
δὲ ἰεροταμίαι τελ̣ε[σ]ά̣ντω τῷ αἱ[ρ]ε[θ]έ̣ντι [ἀνδρὶ]
εἰς τὰν κατασκευ̣ὰν τ̣ᾶς στ[ά]λας κ[αὶ τὰν ἀνά]-
140 θεσιν καὶ τὰν [ἀν]αγρα̣[φὰν] τὸ ἀργύ[ριο]ν ὅσο[ν]
κα {ι} ἀποφάνηται Ν[ικα]ίνετος ὁ ἀρχιτέ-
κτων, εἴ κα μή τις̣ ἐπανγείληται· {²14}² αἱρέθεν
ἐπὶ τὰν διαλογὰν κ[αὶ] ἐπίδειξιν καὶ ἐκπωλὰν̣
τῶν χαλκωμάτω̣ν Τ̣ι̣μαρχίδας Ναυσίκου
145 [τ]οῦ β [Κα]ττ(άβιος), Εὐα[ρχ]ίδας Εὐ[κλ]εῦς Λινδοπολε[ί]-
τας, Δαμόσ[ω]ν γ Κ̣[α]τ̣τ(άβιος), Με̣νεκράτ[η]ς
Παυσανία Νεττ(ίδας), Ζήνων [Κ]λευτείμου Νε[ττ(ίδας)]·
[ἐ]πὶ τὰν κατασκ[ευ]ὰν τᾶς σ[τ]άλας καὶ ἀνα-
[γ]ραφὰ[ν] τοῦ ψαφί̣σματος Π̣αν̣τακλῆς
150 Ἡ̣μέρου Ἀρ̣γ(εῖος).
Search Help
Contact Us