[ ]
Rhodos Isl. — Lindos — 9 BC — IG XII,1 829a+
1 | Νεικασίμαχον Δαρδάνου Βράσιο[ν] |
ἰερατεύ[σαντ]α Ἀθάνας Λινδίας καὶ Διὸς | |
Πολιέως καὶ Ἀρτάμιτος Κεκοίας, καὶ | |
ταμιεύσα[ντ]α, καὶ γενόμενον γραμματῆ | |
5 | βουλᾶς, καὶ [π]ρυτανεύσαντα, καὶ πάντα |
πράξαντα τὰ συνφέροντα τῷ δάμῳ ἐν τῷ | |
τᾶς ἀ[ρχᾶς χ]ρόνῳ, καὶ προφατεύσαντα, | |
καὶ [γυμνασια]ρχήσαντα πρεσβύτερον, καὶ | |
[ποιησάμ]ε[ν]ον τὰν θέσιν τοῦ ἐλαίου | |
10 | [δωρεάν, καὶ ποι]ησάμενον καὶ τοῖς παισὶ τὰν |
[θέσιν τοῦ ἐλ]αίου, καὶ πρεσβεύσαντα | |
πλ[ε]ο[νάκις, γεν]όμενον δὲ καὶ ἐν ἐπανγελίαις | |
καὶ προ[ϊσφορα]ῖς, καὶ ἐπὶ πᾶσι τούτοις στεφα- | |
νωθέντα [ὑ]πὸ τᾶν βουλᾶν πλεονάκις | |
15 | χρυσέοις [στ]εφάνοις καὶ προσώπων ἀργυρέων |
ἀναθέσεσι, ἀν[α]θεισᾶν δὲ ὑπὲρ αὐτοῦ τᾶν βουλᾶν | |
καὶ ἀνδριάντας χαλκέους, στεφανωθέντα δὲ | |
καὶ ὑπὸ μαστρῶν πλεονάκις, τιμαθέντα δὲ | |
καὶ ὑπὸ τοῦ δάμου τοῦ Βρασίων· τοὶ ἰερεῖς καὶ | |
20 | ὁ ἀρχιεροθύτας καὶ τοὶ ἰεροθύται τὸν ἰερῆ |
τᾶς Ἀθάνας τᾶς Λινδίας καὶ τοῦ Διὸς τοῦ | |
Πολιέως, εὐνοίας ἕνεκα καὶ δικαιοσύνας | |
καὶ φιλοδοξίας τᾶς εἰς αὐτούς. | |
θεοῖς. |