[ ] Rhodos Isl. — Lindos — 150 BC
1   Ἀρχίτιμος Ἁγ[η]σ[ιπ]όλιος
  ἰερατεύσας Ἀθάνας Λινδίας
      καὶ Διὸς Πολιέως
    καὶ Ἀρτέμιτος Κεκοίας
5     καὶ ἀρχιιεροθυτήσας
καὶ στεφανωθεὶς χρυσέωι στεφάν[ωι]
 ὑπὸ τᾶν διαγονιᾶν τᾶ[ν Ἁλι]ωταδᾶν
Ἀστυκρωντείων καὶ Στ̣ασ[ιω]νείων
      καὶ Αὐτοσθενείων.
10             θεοῖς.
Search Help
Contact Us