[ ]
Rhodos Isl. — Lindos — 169 BC
| 1 | Τίμαρχος Ἀρίστωνος |
| τιμαθεὶς ὑπὸ τοῦ κοινοῦ τῶν Αἰτωλῶν | |
| ἐπαίνωι, χρυσέωι στεφάνωι, εἰκόνι, | |
| πολιτείαι ἀρετᾶς ἕνεκα καὶ δικαιοσύνας, | |
| 5 | καὶ ὑπ’ Ἀργείων ἐπαίνωι, χρυσέωι στεφάνωι, |
| εἰκόνι ἀρετᾶς ἕνεκα, καὶ ὑπὸ Δελφῶν | |
| δάφνας στεφάνωι τῶι παρὰ τοῦ θεοῦ | |
| καὶ χρυσέωι ἀρετᾶς ἕνεκα καὶ εὐσεβείας, | |
| καὶ ἐπιστατήσας | |
| 10 | ἐπ’ ἰερέως τᾶς Ἀθάνας Φιλοδάμου |
| τοῦ Ἀριστοβούλου, | |
| [ὑ]πὲρ αὑτοῦ καὶ τῶν συνστρατευσαμένων | |
| [Ἀ]θάναι Λινδίαι, Διὶ Πολιεῖ, Ἀπόλλωνι. |