[ ] Rhodos Isl. — Lindos — ca. 192-191 BC
a.1 [Ἡρ]άκλειτος Ἀρχοκράτευς
 ἰερατεύσας Ἀθαναίαι
   Λινδίαι Διὶ Πολιεῖ
   Ἀπόλλωνι Πυθίωι
5    Ποτειδᾶνι Ἱππίωι
 Ἀρτάμι<τι> τᾶι ἐν Κεκοίαι
      Διονύσωι.
b.1    Κλεαγό[ρ]ας Τιμασάρχου
ἰερατεύσας Ἀθαναίας Λινδίας
    καὶ Διὸς Πολιέως.
                vacat
4 Πυθόκριτος Τιμοχάριος Ῥόδιος ἐποίει.
Search Help