[ ] Rhodos Isl. — Lindos — 99 BC
See also:
A.1 [ἐ]π’ ἰερέως Τεισύλ[ου τοῦ Σωσικράτευς, Ἀρτα]μιτίου δωδεκάται ἔδοξε μαστροῖς καὶ Λινδίο[ις]·
[Ἁ]γησίτιμος Τιμαχίδα Λ[ινδοπολίτας εἶπε· ἐπεὶ τὸ ἰερὸ]ν τᾶς Ἀθάνας τᾶς Λινδίας ἀρχαιότατόν τε καὶ ἐντιμό[τα]-
τον ὑπάρχον πολλοῖς κ[αὶ καλοῖς ἀναθέμασι ἐκ παλαιοτ]άτων χρόνων κεκόσμηται διὰ τὰν τᾶς θεοῦ ἐπιφάνειαν,
συμβαίνει δὲ τῶν ἀνα[θεμάτων τὰ ἀρχαιότατα μετὰ τᾶν ἐ]πιγραφᾶν διὰ τὸν χρόνον ἐφθάρθαι, τύχαι ἀγαθᾶι δεδόχθαι
5 [μ]αστροῖς καὶ Λινδίοις κυρ[ωθέντος τοῦδε τοῦ ψαφίσματος ἑλέ]σθαι ἄνδρας δύο, τοὶ δὲ αἱρεθέντες κατασκευαξάντω στάλαν
[λ]ίθου Λαρτίου καθ’ ἅ κα ὁ ἀρχ[ιτέκτων γράψηι καὶ ἀναγραψάντ]ω εἰς αὐτὰν τόδε τὸ ψάφισμα, ἀναγραψάντω δὲ ἔκ τε τᾶν
[ἐπ]ιστολᾶν καὶ τῶν χρηματ[ισμῶν καὶ ἐκ τῶν ἄλλων μαρτυρί]ων ἅ κα ἦι ἁρμόζοντα περὶ τῶν ἀναθεμάτων καὶ τᾶς ἐπιφανείας
[τ]ᾶς θε<ο>ῦ ποιούμενοι τὰν ἀ[ναγραφὰν παρεόντος καὶ τοῦ γρ]αμματέως τῶν μαστρῶν τοῦ νῦν ἐν ἀρχᾶι ἐόντος, τοὶ δὲ ἰεροτα-
μίαι τελεσάντω τοῖς αἱρεθεῖσι [τέλεσμα εἰς τὰν κατασκευὰν τᾶ]ς στάλας καὶ τὰν ἀναγραφὰν μὴ πλεῖον οὗ ἀποφαίνεται Πυργο-
10 τέλης ὁ ἀρχιτέκτων δραχμᾶν διακοσιᾶν· [ἀποδειξάντω δὲ τόπον ἐν] τῶι ἰερῶι τᾶς Ἀθάνας τᾶς Λινδίας ἐν ὧι σταθησεῖ ἁ στάλα τοὶ ἐπιστάται
ἐν τῶι εἰσιόντι Ἀγριανίωι. ὅ,τι δέ κά τις μὴ ποιήσηι [τ]ῶν [ἐν τῶιδε τῶι] ψαφίσματι γ[ε]γραμμένων, ἀποτεισάτω ἰερὰς Ἀθάνας Λινδίας δραχμὰς
πεντακοσίας. ἁρέθεν Θαρσαγόρας Στράτου Λαδά[ρμιος καὶ] Τιμαχίδας Ἁγησιτίμου Λινδοπολίτας.
col. B.1     τοίδε ἀνέθηκαν τᾶι Ἀθάναι·
(I) Λίνδος φιάλαν, ἃν οὐδεὶς ἐδύνατο γνώμειν
 ἐκ τίνος ἐστί, ἐφ’ ἇς ἐπεγέγραπτο· "Λίνδος
 Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ", ὡ[ς] ἱστορεῖ Γόρ-
5  γων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γορ[γ]οσθένης ὁ ἰε-
 ρεὺς τᾶς Ἀθάνας ἐν τᾶι ποτὶ τὰν βουλὰν ἐπι-
[στ]ολᾶι, Ἰερόβουλος ἰερεὺς καὶ αὐτὸς ὑπάρ-
 χω[ν] ἐν τᾶι ποτὶ τοὺς μαστροὺς ἐπιστολᾶι.
—————
9 (II) Τελχεῖνες κροσόν, ὃν οὐδεὶς ἐδύνατο
10  ἐπιγ[νώμειν ἐκ] τίνος ἐστί, ἐφ’ οὗ ἐπεγέγρα-
 πτο· "Τελχε[ῖν]ες Ἀθάναι Πολιάδι καὶ Διὶ Πο-
 λιεῖ δεκάταν τῶν ἔργων", ὡς ἀποφαίνεται
 Γόργων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γοργοσθένης
 ἐν τᾶι ἐπιστολᾶ[ι], Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
—————
15 (III) Κάδμος λέβητα χά[λ]κεον φοινικικοῖς γράμμα-
 σι ἐπιγεγραμμένον, ὡς ἱστορεῖ Πολύζα-
 λος ἐν τᾶι δ τᾶν ἱστοριᾶν.
—————
18 (IV) Μίνως ἀργύρεον ποτήριον, ἐφ’ οὗ ἐπεγέγρα-
 πτο· "Μίνως Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ", ὥς φατι
20  Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος,
 Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργοσθένης
 ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
—————
23 (V) Ἡρακλῆς γέρρα δύο, τὸ μὲν ἓν περιεσκυτωμέ-
 νον, τὸ δὲ κατακεχαλκωμένον, ὧν ἐπὶ μὲν τοῦ
25  ἐσκυτωμένου ἐπεγέγραπτο· "Ἡρακλῆς ἀπὸ
Μερόπων τὰν Ε[ὐ]ρυπύλου", ἐπὶ δὲ τοῦ κατακε-
 χαλκωμένου· "τὰν Λαομέδοντος Ἡρακλῆς ἀ-
 πὸ Τεύκρων Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ",
 ὡς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α τᾶς
30  χ[ρ]ονικᾶς συντάξιος, Γόργων ἐν τᾶι α τᾶν
 περὶ Ῥόδου, Νικασύλος ἐν τᾶι γʹ τᾶς χρονι-
 κᾶς συντάξιος, Ἡγησίας ἐν τῶι Ῥόδου ἐνκω-
 μίωι, Αἰέλουρος ἐν τῶι περὶ τοῦ ποτὶ τοὺς
 Ἐξαγιάδας(?) πολέμου, Φάεννος ἐν τῶι περὶ
35  Λίνδου, Γοργοσθένης ἐν τᾶι ἐπιστολᾶι,
 Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
—————
37 (VI) Τλαπόλεμος φιάλαν, ἐφ’ ἇς ἐπεγέγραπτο·
"Τλαπόλεμος Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ
 εὐχάν", ὥς φατι Γόργων ἐν τᾶι α τᾶν περὶ
40  Ῥόδου, Γοργοσθένης ἐν τᾶι ἐπιστολᾶι,
[Ἰ]ερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
[—————]
42 (VII) [Ῥῆσ]ος χρύσεον ποτήριον, ἐφ’ [οὗ] ἐπεγ[έγραπτο]·
["Ῥήσου] παραθήκα· λαβέτω ὅ[ς κα — — — — — — — —]α
 ․․․․․12․․․․․#⁷#⁷#⁷#⁷[— — — — —, ὡς ἀπ]οφαί-
45 [νεται ὁ δεῖνα — — — — — — —, Ἰέρ]ων δὲ
[․․․․․12․․․․․] τᾶν περὶ Ῥόδ[ου φατὶ μετ]ὰ̣ τοῦ
[ποτηρίου κ]α̣ταθέσθαι αὐτὸν καὶ παῖδα Θρᾶικα.
—————
48 (VIII) [Τήλ]εφος φιάλαν χρυσόμφαλον, ἐφ’ ἇς ἐπεγέ-
[γρ]απτο· "Τήλεφος Ἀθάναι ἱλατή[ρι]ον, ὡς ὁ Λύκιος
50  Ἀπόλλων εἶπε". περὶ τούτων ἱστ[ορ]εῖ Ξεναγόρας
 ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος, Γόργων
 ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργοσθένης ἐν τᾶι ἐ-
 πιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπ[ιστολᾶι].
—————
54 (IX) τοὶ μετὰ Τλαπολέμου εἰς Ἴλιον [στρατευσά]-
55  μενοι ἀσπίδας ἐννῆ, ἐνχειρίδια [ἐννῆ, κυνᾶς]
 ἐννῆ, κναμίδων ζεύγη ἐννῆ· ἐ[πεγέγραπτο]
 δὲ ἐπὶ τᾶν ἀσπίδων· "τοὶ μετ[ὰ Τλαπολέμου]
 εἰς Ἴλιον στρατευσάμενοι τ[ᾶι Ἀθάναι τᾶι]
 Λινδίαι ἀκροθίνια τῶν ἐκ Τρο[ίας", ὥς φατι Γόρ]-
60  γων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γ[οργοσθένης]
 ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος [ἐν τᾶι ἐπιστολᾶι].
—————
62 (X) Μενέλαος κυνᾶν, ἐφ’ ἇς ἐπεγέγρ[απτο]·
 "Μενέλας τὰν Ἀλεξά[ν]δρου", ὡς ἱ[στορεῖ Ξεναγό]-
 ρας ἐν τᾶι α τᾶς χ[ρονικ]ᾶς συντ[άξιος, Ἡγησίας]
65  ἐν τῶι Ῥόδου ἐγκωμίω[ι, Ε]ὔδημος ἐν τ[ῶι] Λινδια-
 κῶι, Γόργων ἐν τᾶι α τᾶ[ν] περὶ Ῥόδου, Γοργοσθέ-
 νης ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπισ-
 τολᾶι. Θεότιμος <δ>ὲ λέγει ἐν τᾶι α τᾶν κατὰ Αἰε-
 λούρου ἀναθέμειν αὐτὸν καὶ ἐγχειρίδιον.
—————
70 (XI) Ἑλένα ψελίων ζεῦγος, ἐφ’ ὧν ἐπεγέγραπτο· "Ἑλένα
 Ἀθάναι", ὥς φατι Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργο-
 σθένης ἐ[ν] τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
—————
73 (XII) Κάνωπος ὁ [Μ]ενελάου κυβερνάτας οἴακας, ἐφ’ ὧ[ν]
 ἐπεγέγρα[π]το· "Κάνωπος τᾶι Ἀθαναίαι καὶ Ποτειδᾶνι",
75  ὡς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α τᾶς χρονι-
 κᾶς συντάξιος, Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργο-
 σθένης ἐν τᾶι ἐπισ[τ]ολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
—————
78 (XIII) Μηριόνης φαρέτραν ἀργ[υ]ρέαν, ἐφ’ ἇς ἐπεγέγραπτο·
 "[Μ]ηριόνης Μόλου υἱὸς ἀ[κρο]θίνια τῶν ἐκ Τροίας", ὥς
80  φατι Γόργων ἐν τᾶι [α τ]ᾶν περὶ Ῥόδου, Γοργοσθένης
[ἐν] τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
—————
82 (XIV) [Τε]ῦκρος φαρέτραν, ἐφ’ ἇς ἐπεγέγραπτο· "Τεῦ[κρ]ος
 τὰν Πανδάρου", ὡς ἱστορεῖ Ξεναγόρας ἐν τᾶι α τᾶς χρο-
[νικ]ᾶς συντά[ξι]ος, [Γόργ]ων ἐν τᾶι α τᾶν π[ερ]ὶ Ῥό[δου],
85  Γοργοσθένης ἐν τᾶι ἐπιστο[λᾶι, Ἰερ]όβουλος ἐν
 τᾶι ἐπιστολᾶι. Θεότιμος δὲ [ἐ]ν [τᾶι α τᾶ]ν κατὰ Αἰε-
 λούρου φατὶ ἀναθέμειν αὐτὸ[ν καὶ τό]ξον.
—————
88 (XV) τᾶν φυλᾶν ἑκάστα πίνακα [παναρχ]αϊκόν, ἐν ὧι ἦν
 ἐζωγραφημένος φύλαρχος καὶ δρομεῖς ἐννῆ
90  πάντες ἀρχαϊκῶς ἔχοντες τοῖς <σ>χήμασι, ὧν ἑκά-
 στου ἐπεγέγραπτο τ[ᾶ]ι εἰκόνι τὸ ὄνομα, κ[αὶ] ἐ-
 πὶ μὲν τοῦ ἑνὸς τῶν π[ιν][κ]ων ἐπεγέγραπτο·
 "Ἁλιαδᾶν φυλὰ νικάσ[ασ’ ἀν]έθηκε τᾶι Λινδίαι
 Ἀθάναι", ἐφ’ ἑτέρου δέ· "Νίκας τόδ’ ἐστὶ σᾶμα· τῶν
95  Αὐτοχθόνων φυλὰ κρατήσασ’ ἀγλάϊ<ξ>ε τὰν θεόν",
 ἐπὶ δὲ τοῦ τρίτου· "Τελχείνων φυλὰ νικῶσ’ ἀνέθ[η]-
 κεν Ἀθάναι, Λυκωπάδας δέ ὁ Λυγκέως παῖς ἐλαμ-
 παδάρχει". περὶ τούτων ἱστορεῖ Γόργων ἐν τᾶι α
 τᾶν περὶ Ῥόδου, Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς
100  συντάξιος.
—————
101 (XVI) Ἀρετάκριτος καὶ τοὶ υἱοὶ ἐχινέαν, ἃ τὸν πυθμέ-
 να κρατῆρος εἶχε, καὶ ἐπὶ μὲν τοῦ χείλευς
 αὐτᾶς ἐπεγέγρα[πτ]ο· "παλτοῦ Ἄδραστος
 ἔθηκε ἆθλον ἐπ’ Αἰγιαλεῖ", ἐπὶ δὲ τοῦ πυθμέ-
105  νος· "Ἄρετος καὶ παῖδες Ἀθαναίαι Λινδίαι
 δεκάταν ναὸς τᾶς ἐκ Κρήτας", ὡς ἀποφαί-
 νεται Ξεναγόρας ἐν τᾶι α̣ τᾶς χρονικᾶ[ς]
 συντάξιος, [Γό]ργων ἐν τᾶι β περὶ Ῥό[δου].
—————
109 (XVII) Λινδίων τοὶ μετὰ τῶν Πάγκιος παίδων
110  Κυράναν οἰκίξαντες σὺν Βάττωι Π[α]λλά-
 δα καὶ λέοντα ὑ[πὸ] Ἡρακλεῦς πνιγόμ[ενον],
 ταῦτα δ’ ἦν λώτ[ι]να, ἐφ’ ὧν [ἐ]πεγ[έ]γρα[πτο]·
 "Λινδίων τοὶ μ[ε]τὰ τῶν Πάγκιος παίδων
 Κυράναν κτίσαντες σὺν Βά[τ]τω[ι] Ἀθαναί-
115  αι καὶ Ἡρακλεῖ [δ]εκά[ταν ἀπὸ] λαίας ἃν ἔλ[α]-
 βον ἀ[πὸ ․․․․Ι․․․․Σ․․Ι]ων", ὥς φατι Ξενα-
 γόρας [ἐ]ν [τᾶι α τᾶς] χρονικᾶς συντάξιος.
—————
in capitulis XVIII-XXII paucae litterae dispiciuntur:
126 Γόργω[ν — — — — — — — — — — — — — — — — —]
144 Γόργ[ων — — — — — — — — — — — — — — — — —]
col. C.1 (XXIII) τοὶ μετὰ Κλευβούλου στρατεύσαντες εἰς Λυκίαν
 ἀσπίδας ὀκτὼ καὶ τῶι ἀγάλματι στεφάναν χρυσέαν,
 ὡς ἱστορεῖ Τιμόκριτος ἐν τᾶ<ι> α τᾶς χρο-
 νικᾶς συντάξιος, Πολύζαλος ἐν τᾶι δ
5           τᾶν ἱστοριᾶν.
—————
6 (XXIV) Φασηλῖται κράνη καὶ δρέπανα, ἐφ’ ὧν ἐπε-
 γέγραπτο· "Φασηλῖται ἀπὸ Σολύμων τᾶι Ἀθα-
 ναίαι τᾶι Λινδίαι, Λακίου τοῦ οἰκιστᾶ ἁγευμέ-
 νου", <ὡ>ς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α
10  τᾶς χρονικᾶς συντάξιος.
—————
11 (XXV) Γελῶιοι κρατῆρα μέγα[ν], ὃς ταύταν εἶχε τὰν
 ἐπιγραφάν· "Γελῶιοι τᾶ[ι] Ἀθαναίαι τᾶι Πα-
 τρώιαι ἀκροθίνιον ἐξ Ἀριαίτου", ὥς φατι Ξε-
 ν[α]γόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος.
—————
15 (XXVI) Ἀμφίνομος καὶ τοὶ υἱοὶ βοῦν ξυλίναν καὶ μόσ-
 χον, ἐφ’ ὧν ἐπεγέγραπτο· "Ἀμφίνομος καὶ παῖδες
 ἀπ’ εὐρυχόρου Συβάρειος ναὸς σωθείσας τάνδ’ ἀ-
 νέθεν δεκάταν", ὡς ἱστορεῖ Γόργων ἐν τᾶι β
 τᾶν περὶ Ῥόδου, Ξεναγόρας ἐν τᾶι α τᾶς χρονι-
20           κᾶς συντάξιος.
—————
21 (XXVII) Φάλαρις ὁ Ἀκραγαντίνων τυραννεύσας κρατῆ-
 ρα οὗ ἐτετόρευτο ἐν μὲν τῶι ἑτέρωι μέρει Τιτανο-
 μαχία, ἐν δὲ τῶι ἑτέρωι Κρόνος λαμβάνων παρὰ
 Ῥέας τὰ τέκνα κ[α]ὶ κ[α]ταπείνων, καὶ ἐπὶ μὲν τοῦ
25  χείλευς ἐπεγέ[γρ]αττο· "Δαίδαλο[ς] ἔδωκε ξείνι-
 όν με Κωκάλωι", [ἐπ]ὶ δὲ τᾶς βάσιος· "Φάλαρις ἐξ Ἀ-
 κράγαντος τᾶ[ι Λι]νδ[ί]αι Ἀθάναι", ὡς ἀποφαίνεται
 Ξεναγόρας ἐν τ[ᾶι] α τᾶς χρονικᾶς συντάξιος.
—————
29 (XXVIII) Δεινομένης ὁ Γέλωνος καὶ Ἰέρωνος καὶ Θρα-
30  συβούλου καὶ Π[ο]λυζάλου πατὴρ Λίνδιος ὑπάρχων
 καὶ συνοικίξα[ς] Γέλαν μετὰ Ἀντιφάμου Γοργόνα
 κυπαρισσίναν [λ]ίθινον ἔχουσαν τὸ πρόσωπον, ἐφ’ ἇς
 ἐπεγέγραπτο· "Δεινομένης Μολοσσοῦ [ἀνέθηκ]ε
 τᾶι Ἀθαναίαι τᾶι Λινδίαι τῶν ἐκ Σικελίας [δεκάτ]αν", ὡς
35  ἱστορεῖ Ξενα[γ]όρας ἐν τᾶι α τᾶς χρονικ[ᾶς συ]ντάξιος.
—————
36 (XXIX) Ἄμασις Αἰγυπτίων βασιλεὺς θώ[ρακ]α λίνεον,
 οὗ ἑκάστα [ἁρ]πεδόνα εἶχε στά[μον]ας τξ,
 περὶ οὗ μ[αρτ]υρεῖ Ἡρόδοτος [ὁ Θ]ούριος ἐν τᾶι β
 τᾶν ἱστο[ρι][ν, Πολύζαλος ἐ]ν τᾶι δ. Ἰέρω[ν δὲ]
40  ἐ[ν] τᾶι [α τᾶν π]ερὶ Ῥόδου φατὶ ἀναθέμειν α[ὐτὸν]
[μετὰ τοῦ] θώρακος καὶ ἀγάλματα χρύσεα [δύο],
[Ἀγέλοχο]ς ἐν τᾶι α̣ τᾶς χρονικᾶς συντά[ξιος],
[Ἀρι]στίων ἐν τᾶα τ]ᾶς χρονικᾶς συντάξιος,
 Ἀριστώ[ν]υμος ἐ[ν] τᾶι συναγωγᾶι τῶ[ν χ]ρόνων,
45  Ὀνόμασ[τ]ος ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος.
 Ξεναγόρας δὲ ἐν τᾶι α καὶ δ τᾶς χρονικᾶς
 συντάξιος λέγει μετὰ τοῦ θώρακος ἀναθέ-
 μειν αὐτὸν καὶ μετ[ὰ] τῶν δύο ἀγαλμάτων φιά-
 λας δέκα, ἐπιγεγράφθαι δὲ ἐπὶ τῶ[ν] ἀγαλμάτων
50  στίχους δύο, ὧν τὸν μὲν οὕτως ἔχειν· "Αἰγύπτου
 βασιλ[εὺ]ς τηλεκλυτὸς ὤπασ’ Ἄμασις", τὸν δὲ ἕτε-
 ρον ἐπιγεγράφθαι διὰ τῶν παρ’ Αἰ[γ]υπτίοις κα-
 λουμένων ἰερῶν γραμμάτων· Ἰερόβουλος δὲ
 καὶ αὐτὸς λέγει ἐν τᾶι ποτὶ τοὺς μαστροὺς
55          ἐπιστολᾶι.
—————
56 (XXX) [Ἀκρα]γαντῖνοι [Παλ]λάδιον, οὗ ἦν τὰ ἀκρωτήρ[ι]α ἐλε[φ]άν-
[τινα, ἐφ’ οὗ ἐπεγέ]γραπτο· "Ἀκραγαντ[ῖ]νοι τᾶ[ι][θά]ναι
[τᾶι Λινδίαι ἀκρο]θίνιον ἐκ Μινώιας", ὡς ἀποφαίνε-
[ται Ξεναγόρας ἐν] τᾶι α τᾶς χρονικᾶς συντάξιος.
—————
60 (XXXI) [Πόλλις ․․․8․․․․]ευς θίας τοῦ τυραννεύσαντος ἐν
[Συρακούσαις ἀγάλμ]α̣τ̣α, ἃ ἐκαλεῖτο Δαιδάλεια, ἐ[φ’] ὧν
[ἐπεγέγραπτο· "Πόλ]λις ὁ Σωσίλα υἱὸς Ἀθάνα[ι Λι]νδί-
[αι εὐχάν, αὐτὸς τ’ ἠδ’ υ]ἱώ, τάδε δαιδάλε’ ἔργ’ ἀνέθηκε",
[ὥς φατι Ξεναγόρας] ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος.
—————
65 (XXXII) [Ἀρταφέρνης ὁ στ]ραταγὸς τοῦ Περσᾶν βασιλέως
[Δαρείου ἐνωτίδι]α καὶ στρεπτὸν καὶ τιάραν καὶ ψέ-
[λια καὶ ἀκινάκαν κα]ὶ ἀναξυρίδας, ὥς φατι Εὔδημος
[ἐν τῶι Λινδιακῶι, Μύ]ρων ἐν τᾶι α τοῦ Ῥόδου ἐγκωμίου,
 Τ̣[ι]μ̣ό[κριτος ἐν] τᾶι α τᾶς χρονικᾶς συντάξιος. [Ἰ]ερώ-
70  νυμος δὲ ἀποφαίνεται ἐν τῶι α τῶν Ἡλιακῶν μετὰ
 τούτων ἀναθέμειν αὐτὸν καὶ ἁρμάμαξαν, περὶ ἇς
 λέγει καὶ Πολύζαλος ἐν τᾶι δ τᾶν ἱστοριᾶν καὶ
 Ἀριστίων ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος,
 Ἰέρων ἐν τᾶι α τᾶν περὶ Ῥόδου.
—————
75 (XXXIII) Σολεῖς φιάλαν, ἃ εἶχε ἐμ μέσω<ι> Γοργόνα τετορευ-
 μέναν ἐπίχρυσον, ἐφ’ ἇς ἐπεγέγραπτο· "[Σολεῖς] Ἀθά-
 ναι Λινδί[αι] δεκάταν καὶ ἀπαρχὰν λαίας, ἃν ἔλα[βο]ν με-
 τὰ Ἀμφ[ιλόχ]ου ἀπὸ Μ̣ΕΤ̣ΑΒ̣ΛΥΡΕΩΝ καὶ ΣΠ̣Ε̣․․Ω̣Ν", [ὡς] ἱσ-
 τορεῖ Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντ[άξι]ος.
—————
80 (XXXIV) Λίνδιοι ἀπὸ τῶν ἐκ Κρήτας λαφύρων δεκάταν
 τάν τε χρυσέαν στεφάναν καὶ τοὺς ὅρμους καὶ
 τοῦ ἄλλου κόσμου, ὃν εἶχε τὸ ἄγαλμα, κατεσκευά-
 ξαντο τὸν πλεῖστον, ὡς ἀποφαίνεται Ξεναγό-
 ρας ἐν τᾶι δ̣ʹ τᾶς χρονικᾶς συντάξιος.
—————
85 (XXXV) ὁ δᾶμος, οἷς ἐτίμασε αὐτὸν βασιλεὺς Περσᾶν Ἀρταξέρ-
 ξας, στρεπτὸν χρύσ[εο]ν, τιάραν, ἀκιν[άκ]αν λιθόκολ-
 λον, μᾶλα ποτ’ αὐτῶι, ψέλια χρύσεα λιθόκολλα, τὰ
 πάντ[α] ἄγοντα χρυσοῦς χιλίους τριακοσίους ἑβδο-
 μ[ά]κοντα πέντε, καὶ τὰν βασιλικὰν στολάν, ὥς φατι
90  Ἐργ[ίας ἐν] τᾶι γ βύβλωι τᾶν [ἱσ]τοριᾶν, Ζήνων ἐν
 τᾶι [․ʹ τᾶς χρ]ονικᾶς συντάξιο[ς], Τιμόκριτος ἐν τᾶι β
 τᾶς [χρονικᾶ]ς συντάξιος, Ἰέ[ρ]ων ἐν τᾶι γ τᾶ[ν π]ερὶ Ῥό-
 δου, Ἀγ̣[έσ]τρατος ἐν τᾶι β τᾶς χρονικᾶς [σ]υντάξιος.
—————
94 (XXXVI) Λίν[διοι] χαριστήριον Νίκαν ἄγουσαν χρυσοῦς
95 [χιλίους] τριακοσίους, ὡς ἱστορεῖ Ἀγέλοχος ἐν τᾶι ι
[τᾶς χρ]ονικᾶς συντά[ξι]ος.
—————
97 (XXXVII) [ὁ] δᾶμος ἀσπίδα κατὰ [χρησμὸν] προσαμαίνοντα, ὅτι ἀ-
 νατεθείσας τᾶι Ἀθάναι ἐσεῖται λύσις τοῦ τόκα ἐνε-
 στακότος ποτὶ Πτολεμαῖον τὸν Φιλάδελφον πολέμο[υ]·
100  καὶ ἐγένετο, ὡς ἀποφαίνε[ται Τιμ]όκριτος [ἐν] τᾶι δ
 τᾶς χρονικᾶς σ[υν]τάξιος. ἐπ[ιγέγ]ραπται δὲ ἐπὶ τᾶς ἀσπίδος·
 "ὁ δᾶμος ὁ Ῥοδίων Ἀθάναι Λιν[δίαι κα]τὰ χρησμόν".
—————
103 (XXXVIII) βασιλεὺς Ἀλέξαν[δ]ρος [β]ο[υκέφαλ]α, ἐφ’ ὧν [ἐ]πιγέγραπται·
 "βασιλεὺς Ἀλέξαν[δ]ρος μάχαι κρατήσας Δα-
105  ρεῖον καὶ κύριος γε[ν]όμενος τᾶς Ἀσίας ἔθυ-
 σε τ[ᾶ]ι Ἀθάναι τᾶι [Λι]νδίαι κατὰ μαντείαν
 ἐπ’ ἰε[ρέ]ως Θευγέν[ε]υς τοῦ Πιστοκράτευς". πε-
 ρὶ [τ]ούτων το[ὶ] Λινδί[ων] χρηματισμοὶ περ[ι]έχοντι.
 ἀν[έ]θηκε δὲ καὶ [ὅ]πλα, ἐφ’ ὧν ἐπιγέγραπται.
—————
110 (XXXIX) βασιλεὺς Πτ[ολ]εμαῖος προμετωπίδια βοῶν εἴ-
κοσι, ἐφ’ ὧν ἐ[πιγ]έγραπται· "βασιλεὺς Πτολεμαῖος
ἔθυσε Ἀθά[ν]αι Λινδίαι ἐπ’ ἰερέως Ἀθ[α]νᾶ τοῦ Ἀθανα-
γόρα", ὡς μα[ρτ]υροῦ[ν]τι τοὶ Λινδ[ί]ων χρηματισμοί.
—————
114 (XL) βασιλεὺ[ς] Πύρρο[ς] βουκ[έ]φαλα καὶ ὅπλα, οἷς
115 αὐτὸ[ς ἐ]χ[ρ]εῖτο ἐν τοῖς κινδύ[ν]οι[ς], ἀνέ[θηκε] κα-
τὰ τὰν ἐκ Δωδώνας μαντείαν, ὡς περιέχοντι
τοὶ Λινδίων χρηματισμοὶ καὶ [ἱ]στορεῖ Ζήνων
[ἐ]ν τᾶι β τᾶς χρονικᾶς συντάξ[ι]ος, Ἀγέλοχο[ς]
[ἐ]ν τᾶι β τᾶς χρονικᾶ[ς] συντάξιος, Ἀγέστρα-
120 τος ἐν τᾶι β [τ]ᾶς χρονικ[ᾶ]ς συντάξιος. ἐπιγέ-
[γραπ]ται δ[ὲ] ἐπὶ τῶν ὅπλων. vac.
—————
122 (XLI) βα[σ]ιλεὺ[ς Ἰ]έρω[ν] ὅπλα, οἷς αὐτὸς ἐχρε[ῖτ]ο, ὡς μαρ-
[τυρο]ῦντι τοὶ Λι[ν]δίων χρη[μ]ατισμοὶ καὶ ἱσ[τορεῖ]
Ἀγέ[στ]ρατος ἐν τᾶι β τᾶς χρον[ι]κᾶς συν[τάξιος],
125 ․․5․․ς ἐν τοῖς Χρόνοις. ἐπιγέγρα[π]τα[ι] δὲ ἐπὶ τῶ[ν]
[πλω]ν· "β[ασ]ιλε[ὺς] Ἰέρων Ἰεροκλεῦς Ἀθάναι Λι[νδίαι]".
—————
127 (XLII) [βα]σιλεὺ[ς] Φίλιππος πέλτας δέκα, σαρίσας δ[έκ]α, π[ε]-
[ρικεφαλ]αίας [δέ]κα, [ἐ]φ’ ὧν ἐ[π]ιγέγραπται· "βα[σ]ιλεὺ[ς]
[Μακεδ][ν]ω[ν] Φίλιππο[ς] βασι[λ]έως Δημ[ητρί]ου νι-
130 κάσας Δ̣α[ρ]δ̣[ανί]ου[ς καὶ Μαίδους Ἀθάναι Λ]ινδίαι", [ὡς μαρ]-
[τυροῦντι τοὶ Λιν]δίων χρ[ημ]α[τι]σ[μ]οί.
sequuntur vestigia versuum aliquantorum incerta
col. D.1 (I)                ἐπιφάνειαι.
Δαρείου τοῦ Περσᾶν βασιλέως ἐπὶ καταδουλώσει
τᾶς Ἑλλάδος ἐκπέμψαντος μεγάλας δυνάμεις
ὁ ναυτικὸς αὐτοῦ στόλος ταύται ποτεπέλασε
5 πράτα<ι> τᾶν νάσων. καταπλαγέντων δὲ τῶν κατὰ
τὰν χώραν τὰν ἔφοδον τῶν Περσᾶν καὶ συν-
φυγόντων μὲν ἐς πάντα τὰ ὀχυρώματα, τῶν
πλείστων δὲ ἐς Λίνδον ἀθροισθέντων, ποθε-
δρεύσαντες ἐπολιόρκευν αὐτοὺς τοὶ
10 βάρβαροι, ἔστε οὗ διὰ τὰν σπάνιν τοῦ ὕδα-
τος τοὶ Λίνδιοι θλιβόμενοι διενοεῦντο
παραδιδόμειν τοῖς ἐναντίοις τὰν πόλιν.
καθ’ ὃν δὴ χρόνον ἁ μὲν θεὸς ἑνὶ τῶν ἀρ-
χόντων ἐπιστᾶσα καθ’ ὕπνον παρεκάλει
15 θαρσεῖν ὡς αὐτὰ παρὰ τοῦ πατρὸς αἰτησευ-
μένα τὸ κατεπεῖγον αὐτοὺς ὕδωρ, ὁ δὲ τὰν
ὄψιν ἰδὼν ἀνάγγειλε τοῖς πολίταις τὰν πο-
τίταξιν τᾶς Ἀθάνας. οἱ δὲ ἐξετάξαντες,
ὅτι εἰς πέντε ἁμέρας μό[νο]ν ἔχοντι διαρ-
20 κεῦν, ἐπὶ τοσαύτας μό[νο]ν αἰτήσαντο
παρὰ τῶν βαρβάρων τὰς ἀνοχάς, λέγοντες
ἀπεστάλκειν τὰν Ἀθάναν ποτὶ τὸν αὑτᾶς
πατέρα περὶ βοαθείας, καὶ εἴ κα μὴ παραγέ-
νηται κατὰ τὸν ὡρισμένον χρόνον, παρα-
25 δωσεῖν ἔφασαν αὐτοῖς τὰν πόλιν. vac.
Δᾶτις δὲ ὁ Δαρείου ναύαρχος παραχρῆμα
μὲν ἀκούσας ἐγέλασε, ἐπεὶ δὲ ἐν τᾶι
ἐχομέναι ἁμέραι γνόφ[ο]υ μείζ<ο>νος
περὶ τὰν ἀκρόπολιν συσστάντος καὶ πολ-
30 λοῦ καταραγέν[τ]ος ὄμβρου κατὰ μέσον
ο[ὕ]τ<ω>ς παραδόξως τοὶ μὲν πολιορκεύμε-
νοι δαψιλὲς ἔσχον ὕδωρ, ἁ δὲ Περσικὰ δύνα-
μις ἐσπάνιζε, καταπλαγεὶς ὁ βάρβα[ρος]
τὰν τᾶς θεοῦ ἐπιφάνειαν κ̣α̣[ὶ ἀφελ]όμε-
35 νος αὑτοῦ τὸν περὶ τ[ὸ σ]ῶμα κόσμον εἰσέ-
πεμψε ἀνα[θ][μ]ειν τόν τε φαρεὸν καὶ σ[τ]ρε-
[πτ]ὸν καὶ ψέλια, ποτὶ δὲ τούτοις τιάραν τε
καὶ ἀκινάκαν, ἔτι δὲ ἁρμάμαξαν, ἃ πρότε-
ρον μὲν διεσώιζετο, ἐπὶ δὲ τοῦ ἰερέως
40 τοῦ Ἁλίου Εὐκλεῦς τοῦ Ἀστυανακτίδα
ἐμπυρισθέντος τοῦ ναοῦ κατεκαύσθη
μετὰ τῶν πλείστων ἀναθεμάτων. αὐτὸς
δ[ὲ] ὁ Δᾶτις ἀνέζευξε ἐπὶ τὰς προκειμέ-
[ν]ας πράξεις φιλίαν ποτὶ τοὺς πολιορ-
45 [κ]ηθέντας συνθέμενος καὶ ποταποφω-
[νή]σας, ὅτι τοὺς ἀνθρώπους τούτους
θεοὶ φυλάσσουσι. περὶ τούτων ἀποφαί-
νεται Εὔδημος ἐν τῶι Λινδιακῶι, Ἐργίας
ἐν τᾶι δ τᾶν ἱστοριᾶν, Πολύζαλος ἐν τᾶι δ
50 τᾶν ἱστοριᾶν, Ἰερώνυμος ἐν τῶι β vac.
τῶν Ἡλιακῶν, Μύρων ἐν τῶι α̣ τοῦ Ῥόδου
ἐγκωμίου, Τιμόκριτος ἐν τᾶι α τᾶς χρο-
νικᾶς συντάξιος, Ἰέρων ἐν τᾶι α τᾶν πε-
ρὶ Ῥόδου. Ξεναγόρας <δ>ὲ λέγει ἐν τᾶι δ
55 τᾶς χρονικᾶς συντάξιος τὰν μὲν ἐπιφά-
νειαν γεγόνειν, Μαρδονίου μέντοι ἐξαπο-
σταλέντος ὑπὸ Δάτιος. λέγει δὲ περ[ὶ] τᾶς
ἐπιφανείας καὶ Ἀριστίων ἐν [τᾶ]ι α̣ [τ]ᾶς
χρονικᾶς συντάξιος.
—————
60 (II)              ἑτέρα.
ἐπ’ ἰερέως τοῦ Ἁλίου Πυθαννᾶ τοῦ Ἀρχιπόλιος
ἐν Λίνδωι συνκατακλαιχθείς τις λάθραι νυ-
κτὸς αὑτὸν ἀπεκρέμασε ἐκ τῶν ἀντηρί-
δων τᾶν κατὰ νώτου τοῦ ἀγάλματος
65 ποτηρεισμένων τῶι τοίχωι, καὶ Λινδί-
ων δηλομένων εἰς Δελφοὺς ἀποστεῖ-
λαι καὶ διερωτᾶσαι περὶ τοῦ συ[μ]βεβακό-
τος τί δεῖ ποιεῖν ἁ θεὸς ἐπιστᾶσα τῶι
ἰερεῖ καθ’ ὕπνον ποτέταξε ἡσυχίαν
70 ἔχειν περὶ αὑτᾶς, τᾶς δὲ ὀροφᾶς γυ-
μνῶσαι τὸ ἐπάνω τοῦ ἀγάλματος μέ-
ρος καὶ ἐᾶσαι οὕτως ἔστε κα τρεῖς ἅλ[ι]-
οι γένωνται καὶ τοῖς τοῦ πατρὸς
ἁγνισθῆι λου[τ]ρ̣ο̣ῖς, ἔπειτα τὰν μὲν
75 στέγαν πάλιν ἐπισκευάξαι καθάπερ
ἦν πρότερον, τὸν δὲ ναὸν καθάραντα
τοῖς νομιζομένοις θύειν κατὰ τὰ πά-
τρια Διὶ ․․Σ․․ΙΛΛΛΙΟ[— — — — —]
μαστροῖς τοῦ ἰερέως κ̣αὶ [— — — —]
80 ΑΦ․Λ․․ΤΩΝ τᾶς ὀροφ̣[ᾶς — — — —]
ον μέρος ․3-4․Λ̣ΘΕ̣Ρ̣Ο̣Υ̣Σ̣[— — — —]
ΤΑ․․․․Λ[— — — — — — — — — — —]
ΟΙ[— — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
85 ․Ο․․․9-10․․․ τας επιφανειας [— —]
ΤΟΥ[— — — — — — — —]Ο[— — —]ΤΑ  vac.
[— — — — — —]ΑΝ․․ Εὔδημος ἐν τῶ[ι]
Λινδιακῶι, Τιμόκριτος ἐν τᾶι γʹ τᾶς
χρονικᾶς συντάξιο[ς], Ξεναγόρας ἐν
90 τᾶι [․ʹ] τᾶς χρονικ[ᾶς σ]υντάξιος, Ὀνόμασ-
στος ἐν τᾶι β τᾶς χρονικᾶς συντάξιος,
Ἀριστών[υ]μος ἐν τᾶι συνα[γω]γᾶι τῶν
χρόνων.
—————
94 (III)            ἄλλα.
95 πολιορκευμένας ὑπὸ Δημητρίου τᾶς πό-
λιος ἔδοξε [Κα]λλικλῆς ὁ ἐεικὼς ἐκ τᾶς
ἰερατείας τᾶς Ἀθάνας τᾶς Λινδίας ἔτι
διατρίβω[ν] ἐν Λίνδωι ἐπιστᾶσαν αὑτῶι
καθ’ ὕπνον τὰν θεὸν ποτιτάσσειν ἀπαγ-
100 γεῖλαι ἑνὶ τῶν πρυτανίων Ἀναξιπόλει,
ὅπως γράψηι ποτὶ βασιλῆ Πτολεμα[ῖ]ον
καὶ παρακαλῆ<ι> βοαθεῖν τᾶι πόλει ὡς [ἁ]γη-
σευμένας αὐτᾶς καὶ νίκαν καὶ κράτος πα-
ρασκευαξεύσας· εἰ δέ κα μήτ’ αὐτὸς ἀπαγ-
105 γείληι ποτὶ τὸν πρύτανιν μήτε ἐκῆνος
γράψηι τῶι Πτολεμαίωι, μεταμελησεῖν
αὐτοῖς. τὸ μὲν οὖν πρᾶτον ἰδὼν τὰν ὄψιν
ὁ Καλλικλῆς ἡσυχίαν εἶχε· ἐπεὶ δ[ὲ π]ολλά-
[κ]ις τὸ αὐτὸ συ[ν]έβαι[ν]ε, συνεχῶς γὰρ ἓξ
110 [ν]ύκτας ἐφισταμένα τὰν αὐτὰ[ν] ἐποι-
εῖτο ποτίταξιν, ὁ [μ]ὲν Καλλικ[λῆς π]αραγενό-
μενος εἰ[ς] τὰν πόλιν τοῖς τε βουλευταῖς δια-
γήσατο ταῦτα καὶ τῶι Ἀναξιπόλει διεσάφησ[ε].
οἱ δὲ βου[λε]υ[τ]αὶ [τ]ὸν Ἀ[ναξίπ]ολι[ν ἀπέστειλ]α[ν]
115 ποτὶ τὸν Πτολεμαῖον ΤΟ[— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
ΜΕΤΑ[— — — — — — — — — — — — — — — — — —]
ΠΟΛΛΟ․․Ο[— — — — — — — — —]Ο․ΟΤΙ[— — —]
[— — — — — — — — — — — — — — — — — — — —]
120 sequuntur vestigia versuum aliquantorum incerta
Search Help
Contact Us