[ ] Rhodos Isl. — Lindos — ca. 100-50 BC — cf. ASAA 22 (1942) 184, 1
1 [ὁ δεῖνα — — — — — — — —]άρχου σ[τρ]ατευσάμενος
[ἐν τοῖς ἀφράκ]τ̣οις καὶ ἐν ταῖς καταφράκτοις ναυσὶ
[στρα]ταγήσας ἐκ πάντων   καὶ
[χοραγή?]σας ἐν τῶι ἄστει κατὰ μεγάλα Ἁλίεια
5 [ἐπιστάτ?]ας γενόμενος Λινδίων καὶ ἱεροθυτήσας
[․․․․․․]ας
                        vacat?
7 [ἱερατ]εύσας Ἀπόλλωνος Πυθαέως
[ἐπὶ ἱ]ερέως Ἀλεξιμβροτίδα
[στεφαν]ωθεὶς ὑπό τε τοῦ ἱερέως τᾶς Ἀθάνας Λινδίας
10 [καὶ τοῦ Διὸς] τοῦ Πολιέως καὶ τῶν συνιερέων καὶ τοῦ
[ἀρχιεροθύτ]α καὶ τῶν ἱεροθυτᾶν χρυσέωι στεφάνωι
[καὶ ὑπὸ τῶν κ]ατοικεύντων ἐν Λινδίαι πόλει καὶ ὑπὸ τῶν
[γεωργεύν]των ἐν τᾶι Λινδίαι χρυσέωι στεφάνωι
[καὶ ὑπὸ — —]σιαστᾶν Νικατοριδείων κοινοῦ χρυσέωι στεφάνωι
15 [καὶ ὑπὸ Παναθ]ηναϊστᾶν Ἡρακλεϊστᾶν δεκάδος χρυσέωι στεφάνωι
         [Δήμητ]ρι καὶ Διὶ καρποφόροις.
Search Help