[ ]
Rhodos Isl. — Rhodos — 491-518 AD
| 1 | Ἥρακλες, αἶμα Διός, θηροκτόνε, οὔ νυ τι μοῦνος |
| ἐν προτέροις ἐτέεσσιν ἀλεξίκακός τις ἐτέχθης, | |
| ἀλλὰ καὶ ἡμετέρη γενεὴ τέκεν Ἡρακλῆα, | |
| ἐσθλὸν Ἀναστάσιον Ῥοδίων κλυτὸν οἰκιστῆρα | |
| 5 | ὃς σὲ καὶ ὧδ’ ἀνέθηκεν ἀριζήλοις σὺν ἀέθλοις ∙ |