[ ] Rhodos Isl. — Rhodos — early 1st c. BC
1 Λυσίμαχον Ἀριστείδα
Ἀριστείδας Ἀριστείδα τὸν υἱόν
 Γόργων καὶ Ἀριστείδας καὶ
 Φίλιννα καὶ Τιμακράτη τὸν ἀδελφόν
5  Βουλακράτη Ἰσοδότου τὸν ἄνδρα
 Βουλακράτη   καὶ
 Γοργὼ Λυσιμάχου τὸν πατέρα
 Ἰσόδοτος Ἀρατογένευς τὸν τᾶς
         θυγατρὸς ἄνδρα
10 στρατευσάμενον ἐν τριημιολίαι καὶ ἐν ταῖς
       καταφράκτοις ναυσὶ  καὶ
τιμαθέντα ὑπὸ Παναθηναϊστᾶν στρατευομένων τοῦ κοινοῦ
    καὶ στεφανωθέντα χρυσέωι στεφάνωι καὶ
γενόμενον ἁγεμόνα ἄμισθον ἐπὶ τᾶς χώρας τᾶς ἐν τᾶι νάσωι
15 καὶ γυμνασιαρχήσαντα φυλᾶι κατὰ Ἁλίεια μεγάλα
                  θεοῖς.
 Χαρμόλας καὶ Μηνόδοτος Ἀρτεμιδώρου Τύριοι ἐποίησαν.
Search Help
Contact Us