[ ]
Rhodos Isl. — Rhodos — early 1st c. BC
| 1 | Λυσίμαχον Ἀριστείδα |
| Ἀριστείδας Ἀριστείδα τὸν υἱόν | |
| Γόργων καὶ Ἀριστείδας καὶ | |
| Φίλιννα καὶ Τιμακράτη τὸν ἀδελφόν | |
| 5 | Βουλακράτη Ἰσοδότου τὸν ἄνδρα |
| Βουλακράτη καὶ | |
| Γοργὼ Λυσιμάχου τὸν πατέρα | |
| Ἰσόδοτος Ἀρατογένευς τὸν τᾶς | |
| θυγατρὸς ἄνδρα | |
| 10 | στρατευσάμενον ἐν τριημιολίαι καὶ ἐν ταῖς |
| καταφράκτοις ναυσὶ καὶ | |
| τιμαθέντα ὑπὸ Παναθηναϊστᾶν στρατευομένων τοῦ κοινοῦ | |
| καὶ στεφανωθέντα χρυσέωι στεφάνωι καὶ | |
| γενόμενον ἁγεμόνα ἄμισθον ἐπὶ τᾶς χώρας τᾶς ἐν τᾶι νάσωι | |
| 15 | καὶ γυμνασιαρχήσαντα φυλᾶι κατὰ Ἁλίεια μεγάλα |
| θεοῖς. | |
| Χαρμόλας καὶ Μηνόδοτος Ἀρτεμιδώρου Τύριοι ἐποίησαν. |