[ ] Rhodos Isl. — Rhodos — 2nd c. BC — ASAA 4-5 (1921-22) 223-232 — SEG 3.674
face A.1 ψάφισμα Ζήνωνος Σελγέως εὐεργέτα.
ἐπ’ ἰερέως Ἀρατοφάνευς Πανάμου ἑβδόμαι ἐπὶ δέκα.
Ζήνων Σελγεὺς εὐεργέτας εἶπε· ὅπως οἱ ἀμφουριασμοὶ
τῶν ἐγγαίων τῶν ὑπαρχόντων τῷ κοινῷ καὶ τᾶν ταφιᾶν
5 ἐνφανεῖς ὑπάρχωντι ὡς ἐν δυνατῷ πᾶσι τοῖς ἐρανισταῖς
εἰς πάντα τὸν χρόνον καὶ μηθὲν ἀδίκημα γίνηται περὶ αὐτούς,
ἀγαθᾶι τύχαι δεδόχθαι τῷ κοινῷ· κυρωθέντος τοῦδε τοῦ ψαφίσ-
ματος ἑλέσθαι τὸ κοινὸν παραχρῆμα ἄνδρα, ὁ δὲ αἱρεθεὶς
κατασκευάσθω στάλαν λαρτίαν καὶ λαβὼν παρὰ τῶν ἀρχόν-
10 των τοὺς ἀμφουριασμοὺς πάντων τῶν ὑπαρχόντων τῷ κοινῷ
ἐγγαίων καὶ τᾶν ταφιᾶν ἀναγραψάτω αὐτοὺς εἰς τὰν στάλαν
καὶ ἀναθέτω τὰν στάλαν εἰς τοὺς τοῦ κοινοῦ τάφους εἰς τό-
πον ὅς κα αὐτῷ δοκῇ εὐσαμότατος καὶ ἀσφαλὴς εἴμειν,
τοὶ δὲ ἄρχοντες δόντω τῷ αἱρεθέντι ἀνδρὶ ἀντίγραφον τῶν
15 ἀμφουριασμῶν πάντων ποτὶ τὰν ἀναγραφάν, δόντω δὲ
αὐτῷ ἐκ τοῦ κοινοῦ καὶ ὅ κα γένηται τέλεσμα εἰς τὰν κατασκευὰν
τᾶς στάλας καὶ τὰν ἀναγραφὰν τῶν ἀμφουριασμῶν. εἰ δέ τινός
κα ποτιδέῃ τόδε τὸ ψάφισμα κύριον ἔστω τὸ κοινὸν ποτιψαφιζόμενον.
ἄλλο. ἐπ’ ἰερέως Ἀγοράνακτος Σμινθίου ἑβδόμαι ἐπὶ δέκα.
20 Ζήνων Σελγεὺς εὐεργέτας εἶπε· ἐπειδὴ ψαφιξαμένου τοῦ κοινοῦ
κατασκευάξαι στάλαν καὶ ἀναγράψαντα εἰς αὐτὰν τὰ διατείνον-
τα ποτὶ σωτηρίαν καὶ ἀσφάλειαν τοῦ κοινοῦ θέμειν εἰς τοὺς κοινοὺς
τόπους συνβαίνει ἀσυντέλεστα γεγόνειν τὰ δεδογμένα τῷ κοι-
νῷ διὰ τὸ τὸν αἱρεθέντα ἐπ’ αὐτὰ ἄνδρα μεταλλάγειν, τὰ μὲν ἄλλα
25 πάντα γίνεσθαι περὶ τούτων κατὰ τὰ προδεδογμένα τῷ κοινῷ,
κυρωθέντος δὲ τοῦδε τοῦ ψαφίσματος δεδόχθαι τῶι κοινῶι ἑλέσθαι παρα-
χρῆμα ἄνδρας δύο οἵτινες ἐπιτελεσεῦντι πάντα τὰ προδεδογμένα
τῷ κοινῷ περὶ τούτων, καθὼς ἐν τῷ προκεκυρωμένῳ ψαφίσματι
ποτιτέτακται, τοὶ δὲ αἱρεθέντες ἄνδρες ἐπιτελεσάντω
30 τὰ ποτιτεταγμένα ἐν τῷ προκεκυρωμένῳ ψαφίσματι ἐν ἁμέ-
ραις ἀφ’ ἇς κα α[ἱ]ρεθέωντι ἑξήκοντα, ὁ δὲ ἀρχερανιστὰς ὁ ἐν ἀρχᾶι
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
face B.1 ἀπὸ τοῦ χρηματισμ̣[οῦ ․․․․․․․․․․․․․․․․․․ Ἑρμογένει Φασηλίτα]ι Μ̣η̣νογένει
Γαλάται Θευδότωι Ἄραβι καὶ Ἀφροδισιασ̣[τᾶν Ἑρμ]ογενείων κοινῶι· ἔχετε.
ἐπ’ ἰερέως Ἀρχίνου Καρνείου πέμπται ἱσταμένου, Νικασίωνι Νικασίωνος Λιν-
δοπολίται ὃ ἔδοξε ἐν τῶι συλλόγωι κατὰ τὸ ψάφισμα (δραχμὰς) ͵α ἀμφούριον (διωβέλιον).
5 Νικασίωνι Νικασίωνος Λινδοπολίται, ἐπ’ ἰερέως Ἀρχίνου Καρνείου π̣έμπται
ἱσταμένου, Ἑρμογένης καὶ Μηνογένης καὶ Θεύδοτος καὶ Ἀφροδισιαστᾶν
Ἑρμογενείων κοινὸν ὃ ἔδοξε ἐν τῶι συλλόγωι κατὰ τὸ ψάφισμα (δραχμὰς) ͵α
ἀμφούριον (διωβέλιον)·  ἔχει. ἐ̣π̣ὶ̣ Ἀρχ[ί]ν̣ου Καρνείου πέμπται ἱσταμένου (δραχμὰς) ͵α.
Ἀφροδισιαστᾶν Ἑρμογε̣ν̣[εί]ων κ̣ο̣[ιν]ὸν Σωσιστράτωι Ἀγοράνακτος Βρυγινδαρ̣ί̣-
10 [ωι] ο[ἰκί]α̣ς ἐν τῶι ἄστε̣[ι π]ά̣σας [κ]α̣ὶ οἰκοπέδου τοῦ ποτὶ τᾶι οἰκίαι π̣αντὸς ἇι
γ̣ε̣ί̣τ̣ο[νες] Μ̣ουσᾶν τέ[με]νος Δ̣[αμ]α̣ίνετος Σωκράτευς Ἄμι[ος κ]αθ’ ὑοθεσίαν δὲ
[Δ]αμο̣[κ]ρ̣ά̣[τευς Σ]ιλύριος [καὶ] Τ̣ρι̣[․․․ συ]ν̣νομᾶς κοινὸν ὥστε κομ[ισά]μ[ε]νόν τε τὰν ὑ-
πόλο[ι]πον [τιμὰ]ν̣ (δραχμὰς) μ(υρίας) [͵β] τ̣ὸ [καθόλ?]ον ἐμ μηνὶ Πεδαγειτνύω̣ι [τ]ῶι ἐπὶ Ἀρχίνου
παρ̣α̣σ̣[χέσθαι Θε]αίδ[η]τ̣ο̣[ν Φιλ]έ̣α̣ Ἀσ̣[τ]υ̣παλαιῆ {ι} παραδιδόντ̣α̣ [τὸν] ἀ̣μφουριασμὸν
15 Ἀμεινῆ̣[ι ․․․․․․․․]ω̣[․․․․․] εἰ̣ς̣ τὰ̣ν̣ τιμὰ̣ν̣ (δραχμὰς) ͵α. ἐ̣κ τοῦ̣ λ̣όγ̣ου ἁ̣μῶν ποτιδιαγρά-
φει. ἐπ’ ἰ[ερέως Ἀρχίνου Π]εδα̣γειτνύου τρίται ἐξ ἰκάδο[ς] Νικασί[ω]ν̣ Νικασίωνος
Λινδοπολίτας [καὶ Ἀφροδισι]αστ̣ᾶν̣ [Ἑ]ρμογενε[ί]ων κοιν̣ὸν Σ[ω]σ̣ισ̣τράτωι Ἀγοράνα-
κτος Βρυγινδαρ̣ίωι̣ [πρόδομα] εἰς τὰν τι̣μ̣ὰ̣ν̣ τ̣ᾶ̣ς̣ οἰκίας (δραχμὰς) ͵α. Ἀφροδισιαστᾶν Ἑρμο-
γενείων κοινῶι Ἑ̣ρμο[γ]έ̣[νει] Φασηλίτα̣ι με̣τοίκωι καὶ Μηνογένει Γαλάται μετοί-
20 κωι καὶ Θευδότωι Ἄραβι· ἔ[χ]ε̣τε. ἐπ̣ὶ̣ Ἀ̣ρχίν̣ου Βα̣δ̣ρ̣ο̣μ̣[ί]ου δευτέραι Ν̣ι̣κασί-
ων Νικασίωνος Λινδοπολίτας καὶ Ἀφροδισιαστᾶν Ἑρμογενείων κοινὸν
Σωσιστράτωι Ἀγοράνακτος Βρυγινδαρίωι οἰκίας ἐν τῶι ἄστει τιμὰν τὰν
ὑπόλοιπον ὥστε παρασχέσ[θα]ι̣ τε Θεαίδητον Φι̣λ̣έ̣α Ἀστυπαλαιῆ παραδιδόν-
τα τὸν ἀμφουριασμὸν Περδίκ[κ]αι Σατύρου Ἀργείωι καὶ Ἀφροδισιαστᾶν vac.
25 vacat κοινῶι (δραχμὰς) μ(υρίας) ͵α ἀμφ̣ο̣ύρια (δραχμὰν) αʹ. vacat
Search Help
Contact Us