[ ]
Rhodos Isl. — Rhodos — early 1st c. BC
| 1 | Πλούταρχον Ἡλιοδώρου |
| τὸ κοινὸν τὸ Ἀφροδισιαστᾶν Σωτηριαστᾶν ἐτίμασε χρυσέοις | |
| στεφάνοις τρισὶ καὶ εὐεργεσίαι καὶ ἀναγορεύσει τᾶν τιμᾶν ἐν ταῖς | |
| συνόδοις εἰς τὸν ἀεὶ χρόνον εἰκόνι χαλκέαι ἀρετᾶς ἕνεκα | |
| 5 | καὶ εὐνοίας καὶ φιλοδοξίας καὶ δικαιοσύνας ἃν ἔχων διατελεῖ |
| εἰς τὸ Ἀφροδισιαστᾶν Σωτηριαστᾶν κοινόν, | |
| ἀγωνοθε[τ]ή̣σαντα καὶ ταμιεύσαντα καὶ στραταγήσαντα καὶ | |
| κλαρωτὰν τῶν δικαστᾶν γενόμενον καὶ αἱρεθέντα ἐπὶ τὰν | |
| ἐπιμέλειαν τῶν ξένων καὶ | |
| 10 | πρυτανεύσαντα καὶ στεφανωθέντα ὑπὸ πρυτανίων συναρχόντων |
| καὶ βουλᾶς γραμματέως κοινοῦ χρυσέοις στεφάνοις δυσὶ καὶ | |
| στεφανωθέντα χρυσέωι στεφάνωι ὑπὸ στραταγῶν συναρχόντων κοινοῦ | |
| καὶ στεφανωθέντα χρυσέωι στεφάνωι ὑπὸ ταμιᾶν συναρχόντ[ω]ν̣ κοινοῦ. | |
| θεοῖς. |