[ ]
Rhodos Isl. — Rhodos — ca. 181/180 BC — cf. SEG 49.1076 (date)
| 1 | ἔτους ὀγδόου μηνὸς Γορπιαίου ἐκκλησίας κ[υ]- |
| ρίας γενομένης, ἔδοξεν Ἀραξέων τῆι πόλε[ι] | |
| καὶ τοῖς ἄρχουσι Θρασυμάχωι Θρασυμάχου, Λύκω[ι] | |
| Δημητρίου, Ἡγησιλάωι Δρύου· ἐπειδὴ Αἰσχίνα[ς] | |
| 5 | Φιλίνου κατὰ δὲ ὑοθεσίαν Ἀλκίφρονος Ῥόδιος τ[οῖς] |
| ἀφικνουμένοις τῶν πολιτῶν εἰς Ῥόδον κατ[ὰ] | |
| πρεσβ[είαν τε] καὶ καθ’ ἱδίαν χρείαν πᾶσιν ε[ὔ]- | |
| χρησ[τος δια]τελεῖ σπουδῆς κ[αὶ προθυμίας] | |
| οὐθὲν ἐ[νλε]ίπων, φανερὰν πο[ι]ῶν τὴν αὑ- | |
| 10 | τοῦ εὔ[νοι]αν ἣν ἔχων διατελεῖ ε[ἰς π]άν- |
| τα[ς Ἀραξ]εῖς· ἵνα οὖν καὶ ἡ πόλις [φαίν]ητα[ι] | |
| τοῖς εὐνόως καὶ φιλανθρώπως διακει- | |
| μένοις πρὸς αὐτὴν τὰς καταξίας χά[ρι]- | |
| τας ἀπονέμουσα, δεδόχθαι· ἐπαινέσαι | |
| 15 | Αἰσχίναν Φιλίνου κατὰ δὲ ὑοθεσίαν Ἀλκίφρο- |
| νος Ῥόδιον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ | |
| κ[α]λοκἀγαθίας ἧς ἔχων διατελεῖ εἰς [τ]ὴν | |
| πόλιν ἡμῶν· δεδόσθαι δὲ αὐτῶι καὶ πολι- | |
| τείαν καὶ ἔγκτησιν καὶ αὐτῶι καὶ ἐκγόνο[ις] | |
| 20 | καὶ στεφανῶσαι χρυσ[ῶι σ]τεφάνωι, ο̣ἱ̣ δ̣ὲ̣ [ἄρ]- |
| χοντες ἀναγραψάντ[ω τὸ ψήφισμα — — — —] |