[ ] Africa Proc. — Carthago — 2nd/3rd c. AD
1 [— — —]ε̣ι δαίμων, ὅστις ποτ’ οὖν [εἶ, — —]ορ[—]μ[—]ν[—] τούτοις
τοῖς [ὀ]νόμασ[ι]ν [— —]ιβωναραχ[— —]αβραβαπεγ̣οη[— —]ψεν[— —]εερ
θερν[— — —]βθερ[— —]θερβαν[—]κωνθωι[—]ευ̣οηιω̣ε
ραρα[—]αβλαραη[— —]απαθαβρ[— —]αχαερμνορον[—]μ[—]σο
5 [— — —]κβαλλο δεκ̣αρβαβυ σαχιαε[— — —]εεν̣ου ἵν̣α καταδή-
σης τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακ[ατα]τέθη-
κα, Δαρεῖον [Ἄγιλε Πάρδον Που]γιῶνε Δάρδανον Εἴνα[χ]ον Π-
ρετιῶσον Προυνικὸν καὶ τοῦ συνζύγου αὐτοῦ οὐενέτου Οὐιττᾶτον
Δη̣ρεισῶρε Οὐικτῶρε Ἀρμένιον· κατάδησον αὐτοῖς δρό-
10 [μον πό]δας νείκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκοψον ἐ[κνεύ]-
[ρωσον ἐξάρθρωσον αὐ]τοὺς ἵνα μὴ δυνασθῶσιν τῇ
αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτ-
ε περιπατεῖν μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν το[ὺς]
[πυλῶ]νας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀ[ρίαν]
15 [μήτε τὸν σπάτιον] μηδὲ κυκλεῦσαι τοὺς κ-
αμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχ-
οις, Πρώτῳ τοῦ πρασίνου καὶ τοῦ συνζύγου
αὐτοῦ Διονυσί<ῳ> τοῦ οὐενέτου· ἐπιτάσσουσιν γάρ σοι δα̣ί̣-
[μονες — — —]ουφρις καὶ θενβ〚ενβε〛-
20 〚ν〛εχυρτω {²⁶θενβεχυρτω}²⁶ οιβεσμερειν ιαζα̣ν̣α̣βελ ιαω αυκαη̣μσορ̣
μεχαμρισραμ φηρτοργως̣ ευσ̣ερβενλ̣ε̣ι̣
ο̣υς· κατάδησον τοὺς ἵππους τοῦ πρασίνου Δαρεῖον·
Ἄγιλε Πάρδον Πουγιῶνε Δάρδανον
Εἴναχον Πρετιῶσον Προυνικὸν καὶ τοῦ συνζύγ-
25 ου αὐτοῦ οὐενέτου Οὐιττᾶτον Δηρεισῶρε Οὐ-
ικτῶρε Ἀρμένιον· κατάδησον αὐτοῖς δρόμον
πόδας νείκην ὁρμὴν ψυχὴν ταχύ-
τητα, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον
αὐτοὺς ἵνα μὴ δυνασθῶσιν ἐλθ-
30 όντες ἐν τῷ ἱπποδρόμῳ ἐζευγμένοι μή-
τε τρέχειν μήτε περιπατεῖν
μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυ-
λῶνας τῶν ἱππαφίων μήτ-
ε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπ-
35 άτιον μηδὲ κυκλεῦσαι τοὺς
καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν
τοῖς ἰδίοις ἡνιόχοις, Πρώτ
τοῦ πρασίνου καὶ Διονυσίῳ τοῦ
οὐενέτου· κατάδησον αὐτοῖς
40 τὰς χεῖρας, ἄφελε αὐτῶν τὴν νεί-
κην τ[ὸ]ν ἀπόβασιν καὶ τὴν
ὅρασιν ἵνα μὴ δυνασθῶσιν βλέ-
πειν τοὺς ἰδίους ἀντιπά-
λους ἡνιοχοῦτες, ἀλλὰ μᾶλλον
45 ἅρπασον αὐτοὺς ἐκ τῶν
ἰδίων ἁρμάτων καὶ στρέψον
ἐπὶ τὴν γῆν ἵνα πεσ-
έτωσαν σὺν τοῖς ἰδίοις ἵπποι-
ς· ἤδη ἤδη, ταχὺ ταχύ.
center.50 Διονύσιος Πρῶτος.
Search Help
Contact Us