[ ]
Italia — Roma — 3rd c. AD — CIG 3272 — GVI 1166 — SEG 29.1003
| 1 | θεοῖς {²corona}² Ἥρωσιν. |
| Λούκιος Μινίκιος Ἄνθιμος καὶ Σκρει- | |
| βωνία Φηλεικίσσιμα ἀτυχεῖς γονεῖς | |
| Λ(ουκίῳ) Μινικίῳ Ἀνθιμιανῷ τέκνῳ γλυκυτάτῳ | |
| 5 | καὶ θεῷ ἰδίῳ ἐπηκόῳ ζήσαν(τι) ἔτη δʹ, μῆνας εʹ, | ἡ(μέρας) κʹ. |
| νήπιός εἰμι τυχὼν τύμβου τοῦδ’, ὦ παροδεῖτα. | |
| ὅσσ’ ἔπαθον δ’ ἐμ βαιῷ τέρματί μου βιοτῆς | |
| ἐνκύρσας λαϊνέᾳ στήλλῃ τάχα καὶ σὺ δακρύσεις· | |
| μητρὸς ἀπ’ ὠδείνωμ <μ’> ὡς εἰς φάος ἤγαγον Ὧραι, | |
| 10 | ἐκ γαίης με πατὴρ ἐμὸς εἵλατο χερσὶ γεγηθὼς |
| καί μ’ ἀπέλουσε λύθρου καὶ εἰς σπάργανά μ’ αὐτὸς ἔθηκεν, | |
| η{ε}ὔχετο {²⁶ηὔχετο}²⁶ δ’ ἀθανάτοις, ἅπερ οὐκ ἤμελλεν ἔσεσθαι· | |
| Μοῖραι γὰρ πρῶται περί μου κεκρίκεισαν ἅπαντα· | |
| καί μ’ ἔτρεφεν γενέτης μητέρα μου τροφὸν εἱλάμενος· | |
| 15 | αὐτίκα δ’ η{ε}ὐξανόμην {²⁶ηὐξανόμην}²⁶ εὐερνὴς καὶ πᾶσι ποθητός. |
| ἐν δ’ ὥραις ὀλίγαις Μοιρῶν γὰρ σφραγεῖδες ἐπῆλθον, | |
| αἵ με νόσῳ πῆξαν χαλεπῇ διδύμους πέρι· | |
| ἀλλ’ ὁ ταλαίφρων γεννήσας εἰάσατό μου νόσον αἰνὴν | |
| τοῦτο δοκῶν ὅτι μοῖραν vv ἐμὴν εἰάμασι σώσει. | |
| 20 | καὶ τότε δή μ’ ἑτέρα νόσος εἷλε κακίστη |
| τῆς προτέρης νούσσου πουλύ τι χειροτέρη· | |
| σῆψιν γὰρ <λαι>οῦ πεδίον ποδὸς εἶχεν ἐν ὀστοῖς. | |
| εἶτ’ ἔταμόν με φίλοι γενέτου καί μου ὀστέ’ ἀνεῖλαν | |
| λύπας καὶ στοναχὰς τοῖς τεκέεσσι διδόντα, | |
| 25 | καὶ ταῦθ’ ὡσαύτως εἰάθην πάλιν, ὡς τὰ πάροιθεν. |
| οὐδ’ οὕτως μου Γένεσις δεινὴ πλησθεῖσ’ ἐκορέσθη, | |
| ἀλλ’ ἑτέραν πάλι μοι νόσον ἤγαγε γαστρὸς Μοῖρα | |
| σπλάγχνα μου ὀγκώσασα καὶ ἐκτήξασα τὰ λοιπά, | |
| ἄχρις ὅτου ψυχήν μου μητρὸς χέρες εἷλαν ἀπ’ ὄσσων. | |
| 30 | ταῦτ’ ἔπαθον βαιῷ τέρματί μου βιοτῆς, ξένε, |
| καὶ κατέλειπον τηκεδόνα στυγερὴν τοῖσί με γιναμένοις, | |
| αἰνόμορος, λείψας τρεῖς συνομαίμονας ἀστεφανώτους. |