[ ] Italia — Roma — reign of Hadrian or Ant. Pius — SEG 35.1045 — cf. SEG 48.1291; 53.1098
col. I.1 Ῥώη]ς πανχρυσέοιο Τύχης ἱερατίδα τειμὴν
πὰρ βασιλῆος ἔχων Αὐσονίοιο κράτους,
Ἀππιανὸς βιότοιο πανηγύρεως ἀπολαύων
λάρνακα λαϊνέην τῷδ’ ἀνέθηκα τόπῳ,
5 κηδείαν ἐς ἐμὴν καὶ κουριδίης ἀλόχοιο
ἐσθλῆς Εὐτυχίας ᾗ συνέζησα βίον.
col. II.7 ζώσῃ ἅπαντα παρέσχεν ἐμοὶ πάρος ἐσθλὰ βίοιο
Ἀππιανὸς γαμέτης ἔξοχα τειόμενος·
καὶ μετὰ φῶς βιότοιο γέρας τόδε με<ῖ>ζον ἔτευξε
10 ἄμφω κηδεύσας, τοὐμὸν ἑόν τε δέμας·
οὐ γὰρ ὁ τεθνώτας καταθεὶς κεῖνο[ς] τόδ’ ἔρεξεν,
ἀλλ’ ὁ πρὸ τοῦ θανάτου τοῦτο νόῳ θέμενος.
δωδεχέτην ἔλαβον, ἔζησεν ἔτη σὺν ἐμοὶ λαʹ.
Search Help
Contact Us