[ ]
Italia — Roma — reign of Hadrian or Ant. Pius — SEG 35.1045 — cf. SEG 48.1291; 53.1098
col. I.1 | Ῥώ[μη]ς πανχρυσέοιο Τύχης ἱερατίδα τειμὴν |
πὰρ βασιλῆος ἔχων Αὐσονίοιο κράτους, | |
Ἀππιανὸς βιότοιο πανηγύρεως ἀπολαύων | |
λάρνακα λαϊνέην τῷδ’ ἀνέθηκα τόπῳ, | |
5 | κηδείαν ἐς ἐμὴν καὶ κουριδίης ἀλόχοιο |
ἐσθλῆς Εὐτυχίας ᾗ συνέζησα βίον. | |
col. II.7 | ζώσῃ ἅπαντα παρέσχεν ἐμοὶ πάρος ἐσθλὰ βίοιο |
Ἀππιανὸς γαμέτης ἔξοχα τειόμενος· | |
καὶ μετὰ φῶς βιότοιο γέρας τόδε με<ῖ>ζον ἔτευξε | |
10 | ἄμφω κηδεύσας, τοὐμὸν ἑόν τε δέμας· |
οὐ γὰρ ὁ τεθνώτας καταθεὶς κεῖνο[ς] τόδ’ ἔρεξεν, | |
ἀλλ’ ὁ πρὸ τοῦ θανάτου τοῦτο νόῳ θέμενος. | |
δωδεχέτην ἔλαβον, ἔζησεν ἔτη σὺν ἐμοὶ λαʹ. |