[ ]
Italia — Roma — reign of Ant. Pius — IG XIV 2064 — GVI 1736
1 | σεμνὴν ∙ Πηνελόπην ∙ ὁ πάλαι βίος ∙ ἔσχε δὲ καὶ νῦν ∙ / σεμνὴν Φηλικίταν οὐ τάχα μιοτέρην· / |
βουλομένης ∙ δὲ θανεῖν ∙ ἀνδρὸς ∙ προτέρην ∙ σφετέροιο ∙ / ἔκλυες ∙ ὦ δαίμων ∙ πολλάκις ∙ εὐχομένης. / | |
τοιγάρτοι καὶ ἐμεῖο δικαιοτέρην ∙ ὄπ’ ἄκουσον ∙ / εὐχομένου ∙ Πλούτων, | |
ἢν εἰς Ἀίδαο περήσω ∙ / εὑρεῖν τὴν ἰδίαν ∙ Φηλικίταν ∙ παρὰ σοί. / | |
5 | Κλαύδιος ∙ἰ∙ητὴρ Ἀγαθεῖνος ∙ τήνδε ἀνέθηκεν ∙ / εἰκόνα ∙ Φηλικίτας ∙ μάρτυρα ∙ σωφροσύνης. |