[ ]
Italia — Roma — 3rd/4th c. AD — IG XIV 1976 — GVI 1169
| {ΡΟΥ} | |
| 1 | Ῥουφείνου τάφος οὗτος, ὃν Ἀστέριόν ποτ’ ἔκλῃζον· |
| ὃς προλιπὼν Ῥώμης δάπεδον Νείλου πόλιν ἐλθὼν | |
| καὶ προκοπαῖς λάμψας, πολλοῖσι δὲ πολλὰ παρασχών, | |
| μηδένα λυπήσας, ἀλλ’ εἰς τὸ δίκαιον ἀθρήσας, | |
| 5 | Μοιρῶν οὐκ ἔφυγεν τρι<σ>σῶν μίτον, ἀλλὰ ∙ νεκρωθεὶς |
| τὴν ψυχὴν ἀπέδωκεν ἐς ἀέρα, σῶμα δὲ πρὸς γῆν. | |
| ἀλλὰ καὶ εὐσεβίης ἔσχεν κρίσιν ἐν φθιμένοισιν | |
| καὶ πάλιν εἶδε τὸ φῶς νεκρὸς ὢν καὶ πόντον ἔπλευσε | |
| καὶ χώρης ∙ἰ∙δίης ἐπέ<β>η· σὺν παισὶ δὲ κεῖται, | |
| 10 | ὧν οὐκ εἶδε τέλος θανάτου· πρῶτο<ς> γὰρ ἔθνῃσκε. |
| ἡ δὲ τέκνων δισσῶν μήτηρ, σεμνὴ <ἠ>δὲ φίλανδρος, | |
| καὶ πέλαγος διέπλευσε καὶ ἤγαγε σῶμα βυθοῖσιν | |
| καὶ καμάτους ∙ὑ∙πέμεινε καὶ ἐν θρήνοις διέμεινε | |
| καὶ τύνβῳ κατέθηκε καὶ αἰῶσιν παρέδωκε. | |
| 15 | Δαμοστρατείας ταῦτα τῆς φιλανδρίας. |