[ ]
Italia — Roma — reign of Hadrian — IG XIV 1942 — GVI 1938
| 1 | τὴν κυανῶπιν Μοῦσαν, ἀηδόνα τὴν μελίγηρυν |
| λειτὸς ὅδ’ ἐξαπίνης τύνβος ἄναυδον ἔχει, | |
| καὶ κεῖται λίθος ὣς ἡ πάνσοφος, ἡ περίβωτος· | |
| Μοῦσα καλή, κούφη σοὶ κόνις ἥδε πέλοι. | |
| {²anaglyphum}² | |
| 5 | τίς μου τὴν σειρῆνα κακός, κακὸς ἥρπασε δαίμων, |
| τίς μου τὴν γλυκερὴν ἥρπασε ἀηδονίδα, | |
| νυκτὶ μιῇ ψυχραῖσιν ἄφαρ σταγόνεσσι λυθεῖσαν; | |
| ὤλεο, Μοῦσα, ἐτάκη δ’ ὄμματα ἐκεῖνα σέο, | |
| καὶ στόμα πέφρακται τὸ χρύσεον· οὐδὲν ἔτ’ ἐν σοὶ | |
| 10 | λείψανον οὐ κάλ<λ>ους, οὐ σοφίης πέλεται. |
| ἔρρεται μέρμηραι θυμαλγέες· ἄμμοροι ἐσθλῆς | |
| ἐλπίδος ἄνθρωποι· πάντα δ’ ἄδηλα τύχης. | |
| Petroniae Musae. |